Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 6.21.4 Polyb. 6.22.1 (English) >>Polyb. 6.23.3

6.21.8 αὗται γάρ εἰσι καὶ τοσαῦται διαφοραὶ παρὰ Ῥωμαίοις καὶ τῶν ὀνομασιῶν καὶ τῶν ἡλικιῶν, ἔτι δὲ τῶν καθοπλισμῶν ἐν ἑκάστῳ στρατοπέδῳ. 6.21.9 διαιροῦσι δʼ αὐτοὺς τὸν τρόπον τοῦτον ὥστʼ εἶναι τοὺς μὲν πρεσβυτάτους καὶ τριαρίους προσαγορευομένους ἑξακοσίους, τοὺς δὲ πρίγκιπας χιλίους καὶ διακοσίους, ἴσους δὲ τούτοις τοὺς ἁστάτους, τοὺς δὲ λοιποὺς καὶ νεωτάτους γροσφοφόρους. 6.21.10 ἐὰν δὲ πλείους τῶν τετρακισχιλίων ὦσι, κατὰ λόγον ποιοῦνται τὴν διαίρεσιν πλὴν τῶν τριαρίων. τούτους αἰεὶ τοὺς ἴσους.

6.22.1

Καὶ τοῖς μὲν νεωτάτοις παρήγγειλαν μάχαιραν φορεῖν καὶ γρόσφους καὶ πάρμην. 6.22.2 δὲ πάρμη καὶ δύναμιν ἔχει τῇ κατασκευῇ καὶ μέγεθος ἀρκοῦν πρὸς ἀσφάλειαν· περιφερὴς γὰρ οὖσα τῷ σχήματι τρίπεδον ἔχει τὴν διάμετρον. 6.22.3 προσεπικοσμεῖται δὲ καὶ λιτῷ περικεφαλαίῳ· ποτὲ δὲ λυκείαν τι τῶν τοιούτων ἐπιτίθεται, σκέπης ἅμα καὶ σημείου χάριν, ἵνα τοῖς κατὰ μέρος ἡγεμόσι προκινδυνεύοντες ἐρρωμένως καὶ μὴ διάδηλοι γίνωνται. 6.22.4 τὸ δὲ τῶν γρόσφων βέλος ἔχει τῷ μὲν μήκει τὸ ξύλον ὡς ἐπίπαν δίπηχυ, τῷ δὲ πάχει δακτυλιαῖον, τὸ δὲ κέντρον σπιθαμιαῖον, κατὰ τοσοῦτον ἐπὶ λεπτὸν ἐξεληλασμένον καὶ συνωξυσμένον ὥστε κατʼ ἀνάγκην εὐθέως ἀπὸ τῆς πρώτης ἐμβολῆς κάμπτεσθαι καὶ μὴ δύνασθαι τοὺς πολεμίους ἀντιβάλλειν· εἰ δὲ μή, κοινὸν γίνεται τὸ βέλος.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 6.21.4 Polyb. 6.22.1 (English) >>Polyb. 6.23.3

Powered by PhiloLogic