Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 6.21.8 Polyb. 6.22.4 (English) >>Polyb. 6.23.9

6.22.1

Καὶ τοῖς μὲν νεωτάτοις παρήγγειλαν μάχαιραν φορεῖν καὶ γρόσφους καὶ πάρμην. 6.22.2 δὲ πάρμη καὶ δύναμιν ἔχει τῇ κατασκευῇ καὶ μέγεθος ἀρκοῦν πρὸς ἀσφάλειαν· περιφερὴς γὰρ οὖσα τῷ σχήματι τρίπεδον ἔχει τὴν διάμετρον. 6.22.3 προσεπικοσμεῖται δὲ καὶ λιτῷ περικεφαλαίῳ· ποτὲ δὲ λυκείαν τι τῶν τοιούτων ἐπιτίθεται, σκέπης ἅμα καὶ σημείου χάριν, ἵνα τοῖς κατὰ μέρος ἡγεμόσι προκινδυνεύοντες ἐρρωμένως καὶ μὴ διάδηλοι γίνωνται. 6.22.4 τὸ δὲ τῶν γρόσφων βέλος ἔχει τῷ μὲν μήκει τὸ ξύλον ὡς ἐπίπαν δίπηχυ, τῷ δὲ πάχει δακτυλιαῖον, τὸ δὲ κέντρον σπιθαμιαῖον, κατὰ τοσοῦτον ἐπὶ λεπτὸν ἐξεληλασμένον καὶ συνωξυσμένον ὥστε κατʼ ἀνάγκην εὐθέως ἀπὸ τῆς πρώτης ἐμβολῆς κάμπτεσθαι καὶ μὴ δύνασθαι τοὺς πολεμίους ἀντιβάλλειν· εἰ δὲ μή, κοινὸν γίνεται τὸ βέλος.

6.23.1

Τοῖς γε μὴν δευτέροις μὲν κατὰ τὴν ἡλικίαν, ἁστάτοις δὲ προσαγορευομένοις, παρήγγειλαν φέρειν πανοπλίαν. 6.23.2 ἔστι δʼ Ῥωμαϊκὴ πανοπλία πρῶτον μὲν θυρεόςοὗ τὸ μὲν πλάτος ἐστὶ τῆς κυρτῆς ἐπιφανείας πένθʼ ἡμιποδίων, τὸ δὲ μῆκος ποδῶν τεττάρων, τὸ δʼ ἐπʼ ἴτυος πάχος ἔτι καὶ παλαιστιαῖον6.23.3 ἐκ διπλοῦ σανιδώματος ταυροκόλλῃ πεπηγώς, ὀθονίῳ, μετὰ δὲ ταῦτα μοσχείῳ δέρματι περιείληται τὴν ἐκτὸς ἐπιφάνειαν. 6.23.4 ἔχει δὲ περὶ τὴν ἴτυν ἐκ τῶν ἄνωθεν καὶ κάτωθεν μερῶν σιδηροῦν σιάλωμα, διʼ οὗ τάς τε καταφορὰς τῶν μαχαιρῶν ἀσφαλίζεται καὶ τὰς πρὸς τὴν γῆν ἐξερείσεις.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 6.21.8 Polyb. 6.22.4 (English) >>Polyb. 6.23.9

Powered by PhiloLogic