Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 6.22.4 Polyb. 6.23.9 (English) >>Polyb. 6.23.15

6.23.5 προσήρμοσται δʼ αὐτῷ καὶ σιδηρᾶ κόγχος, τὰς ὁλοσχερεῖς ἀποστέγει πληγὰς λίθων καὶ σαρισῶν καὶ καθόλου βιαίων βελῶν. 6.23.6 ἅμα δὲ τῷ θυρεῷ μάχαιρα· ταύτην δὲ περὶ τὸν δεξιὸν φέρει μηρόν, καλοῦσι δʼ αὐτὴν Ἰβηρικήν. 6.23.7 ἔχει δʼ αὕτη κέντημα διάφορον καὶ καταφορὰν ἐξ ἀμφοῖν τοῖν μεροῖν βίαιον διὰ τὸ τὸν ὀβελίσκον αὐτῆς ἰσχυρὸν καὶ μόνιμον εἶναι. 6.23.8 πρὸς δὲ τούτοις ὑσσοὶ δύο καὶ περικεφαλαία χαλκῆ καὶ προκνημίς. τῶν δʼ ὑσσῶν εἰσιν οἱ μὲν παχεῖς, οἱ δὲ λεπτοί. 6.23.9 τῶν δὲ στερεωτέρων οἱ μὲν στρογγύλοι παλαιστιαίαν ἔχουσι τὴν διάμετρον, οἱ δὲ τετράγωνοι τὴν πλευράν. οἵ γε μὴν λεπτοὶ σιβυνίοις ἐοίκασι συμμέτροις, οὓς φοροῦσι μετὰ τῶν προειρημένων. 6.23.10 ἁπάντων δὲ τούτων τοῦ ξύλου τὸ μῆκός ἐστιν ὡς τρεῖς πήχεις. προσήρμοσται δʼ ἑκάστοις βέλος σιδηροῦν ἀγκιστρωτόν, ἴσον ἔχον τὸ μῆκος τοῖς ξύλοις· 6.23.11 οὗ τὴν ἔνδεσιν καὶ τὴν χρείαν οὕτως ἀσφαλίζονται βεβαίως, ἕως μέσων τῶν ξύλων ἐνδιδέντες καὶ πυκναῖς ταῖς λαβίσι καταπερονῶντες, ὥστε πρότερον τὸν δεσμὸν ἐν ταῖς χρείαις ἀναχαλασθῆναι τὸν σίδηρον θραύεσθαι, καίπερ ὄντα τὸ πάχος ἐν τῷ πυθμένι καὶ τῇ πρὸς τὸ ξύλον συναφῇ τριῶν ἡμιδακτυλίων· ἐπὶ τοσοῦτον καὶ τοιαύτην πρόνοιαν ποιοῦνται τῆς ἐνδέσεως.


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 6.22.4 Polyb. 6.23.9 (English) >>Polyb. 6.23.15

Powered by PhiloLogic