Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 6.23.10 Polyb. 6.24.1 (English) >>Polyb. 6.24.9

6.23.14 οἱ μὲν οὖν πολλοὶ προσλαβόντες χάλκωμα σπιθαμιαῖον πάντῃ πάντως, προστίθενται μὲν πρὸ τῶν στέρνων, καλοῦσι δὲ καρδιοφύλακα, τελείαν ἔχουσι τὴν καθόπλισιν· 6.23.15 οἱ δʼ ὑπὲρ τὰς μυρίας τιμώμενοι δραχμὰς ἀντὶ τοῦ καρδιοφύλακος σὺν τοῖς ἄλλοις ἁλυσιδωτοὺς περιτίθενται θώρακας. 6.23.16 δʼ αὐτὸς τρόπος τῆς καθοπλίσεώς ἐστι καὶ περὶ τοὺς πρίγκιπας καὶ τριαρίους, πλὴν ἀντὶ τῶν ὑσσῶν οἱ τριάριοι δόρατα φοροῦσιν.

6.24.1

Ἐξ ἑκάστου δὲ τῶν προειρημένων γενῶν πλὴν τῶν νεωτάτων ἐξέλεξαν ταξιάρχους ἀριστίνδην δέκα. μετὰ δὲ τούτους ἑτέραν ἐκλογὴν ἄλλων δέκα ποιοῦνται. 6.24.2 καὶ τούτους μὲν ἅπαντας προσηγόρευσαν ταξιάρχους, ὧν πρῶτος αἱρεθεὶς καὶ συνεδρίου κοινωνεῖ· προσεκλέγονται δʼ οὗτοι πάλιν αὐτοὶ τοὺς ἴσους οὐραγούς. 6.24.3 ἑξῆς δὲ τούτοις μετὰ τῶν ταξιάρχων διεῖλον τὰς ἡλικίας, ἑκάστην εἰς δέκα μέρη, πλὴν τῶν γροσφομάχων· καὶ προσένειμαν ἑκάστῳ μέρει τῶν ἐκλεχθέντων ἀνδρῶν δύʼ ἡγεμόνας καὶ δύʼ οὐραγούς. 6.24.4 τῶν δὲ γροσφομάχων τοὺς ἐπιβάλλοντας κατὰ τὸ πλῆθος ἴσους ἐπὶ πάντα τὰ μέρη διένειμαν. 6.24.5 καὶ τὸ μὲν μέρος ἕκαστον ἐκάλεσαν καὶ τάγμα καὶ σπεῖραν καὶ σημαίαν, τοὺς δʼ ἡγεμόνας κεντυρίωνας καὶ ταξιάρχους. 6.24.6 οὗτοι δὲ καθʼ ἑκάστην σπεῖραν ἐκ τῶν καταλειπομένων ἐξέλεξαν αὐτοὶ δύο τοὺς ἀκμαιοτάτους καὶ γενναιοτάτους ἄνδρας σημαιαφόρους.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 6.23.10 Polyb. 6.24.1 (English) >>Polyb. 6.24.9

Powered by PhiloLogic