Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 6.24.4 Polyb. 6.25.2 (English) >>Polyb. 6.25.8

6.24.9 βούλονται δʼ εἶναι τοὺς ταξιάρχους οὐχ οὕτως θρασεῖς καὶ φιλοκινδύνους ὡς ἡγεμονικοὺς καὶ στασίμους καὶ βαθεῖς μᾶλλον ταῖς ψυχαῖς, οὐδʼ ἐξ ἀκεραίου προσπίπτειν κατάρχεσθαι τῆς μάχης, ἐπικρατουμένους δὲ καὶ πιεζομένους ὑπομένειν καὶ ἀποθνήσκειν ὑπὲρ τῆς χώρας.

6.25.1

Παραπλησίως δὲ καὶ τοὺς ἱππεῖς εἰς ἴλας δέκα διεῖλον, ἐξ ἑκάστης δὲ τρεῖς προκρίνουσιν ἰλάρχας, οὗτοι δʼ αὐτοὶ τρεῖς προσέλαβον οὐραγούς. 6.25.2 μὲν οὖν πρῶτος αἱρεθεὶς ἰλάρχης ἡγεῖται τῆς ἴλης, οἱ δὲ δύο δεκαδάρχων ἔχουσι τάξιν, καλοῦνται δὲ πάντες δεκουρίωνες. μὴ παρόντος δὲ τοῦ πρώτου πάλιν δεύτερος ἰλάρχου λαμβάνει τάξιν. 6.25.3 δὲ καθοπλισμὸς τῶν ἱππέων νῦν μέν ἐστι παραπλήσιος τῷ τῶν Ἑλλήνων· τὸ δὲ παλαιὸν πρῶτον θώρακας οὐκ εἶχον, 6.25.4 ἀλλʼ ἐν περιζώμασιν ἐκινδύνευον, ἐξ οὗ πρὸς μὲν τὸ καταβαίνειν καὶ ταχέως ἀναπηδᾶν ἐπὶ τοὺς ἵππους ἑτοίμως διέκειντο καὶ πρακτικῶς, πρὸς δὲ τὰς συμπλοκὰς ἐπισφαλῶς εἶχον διὰ τὸ γυμνοὶ κινδυνεύειν. 6.25.5 τὰ δὲ δόρατα κατὰ δύο τρόπους ἄπρακτʼ ἦν αὐτοῖς, καθʼ μὲν λεπτὰ καὶ κλαδαρὰ ποιοῦντες οὔτε τοῦ προτεθέντος ἠδύναντο σκοποῦ στοχάζεσθαι, πρὸ τοῦ τε τὴν ἐπιδορατίδα πρός τι προσερεῖσαι, κραδαινόμενα διʼ αὐτῆς τῆς τῶν ἵππων κινήσεως τὰ πλεῖστα συνετρίβετο·



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 6.24.4 Polyb. 6.25.2 (English) >>Polyb. 6.25.8

Powered by PhiloLogic