Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 6.26.12 Polyb. 6.27.6 (English) >>Polyb. 6.29.1

6.27.4 ἓξ ὑπαρχόντων χιλιάρχων ἐν ἑκάστῳ στρατοπέδῳ κατὰ τὸν ἄρτι λόγον, δυεῖν δὲ στρατοπέδων ὄντων τῶν Ῥωμαϊκῶν ἀεὶ μεθʼ ἑκατέρου τῶν ὑπάτων, φανερὸν ὅτι δώδεκα χιλιάρχους ἀνάγκη συστρατεύειν ἑκατέρῳ τῶν ὑπάτων. 6.27.5 τιθέασι δὴ τὰς τούτων σκηνὰς ἐπὶ μίαν εὐθεῖαν ἁπάσας, ἥτις ἐστὶ παράλληλος τῇ τοῦ τετραγώνου προκριθείσῃ πλευρᾷ, πεντήκοντα δʼ ἀπέχει πόδας ἀπʼ αὐτῆς, ἵνʼ τοῖς ἵπποις, ἅμα δʼ ὑποζυγίοις καὶ τῇ λοιπῇ τῶν χιλιάρχων ἀποσκευῇ τόπος. 6.27.6 αἱ δὲ σκηναὶ τοῦ προειρημένου σχήματος εἰς τοὔμπαλιν ἀπεστραμμέναι πήγνυνται πρὸς τὴν ἐκτὸς ἐπιφάνειαν, νοείσθω καὶ καλείσθω δὲ καθάπαξ ἡμῖν ἀεὶ τοῦ παντὸς σχήματος κατὰ πρόσωπον. 6.27.7 ἀφεστᾶσι δʼ ἀλλήλων μὲν ἴσον αἱ τῶν χιλιάρχων σκηναί, τοσοῦτον δὲ τόπον ὥστε παρʼ ὅλον τὸ πλάτος ἀεὶ τῶν Ῥωμαϊκῶν στρατοπέδων παρήκειν.

6.28.1

Ἀπομετρηθέντων δὲ πάλιν ἑκατὸν ποδῶν εἰς τὸ πρόσθεν κατὰ πάσας τὰς σκηνάς, λοιπὸν ἀπὸ τῆς τοῦτο τὸ πλάτος ὁριζούσης εὐθείας, ἥτις γίνεται παράλληλος ταῖς τῶν χιλιάρχων σκηναῖς, ἀπὸ ταύτης ἄρχονται ποιεῖσθαι τὰς τῶν στρατοπέδων παρεμβολάς, χειρίζοντες τὸν τρόπον τοῦτον. 6.28.2 διχοτομήσαντες τὴν προειρημένην εὐθεῖαν, ἀπὸ τούτου τοῦ σημείου πρὸς ὀρθὰς τῇ γραμμῇ τοὺς ἱππεῖς ἀντίους αὑτοῖς ἑκατέρου τοῦ στρατοπέδου παρεμβάλλουσι, πεντήκοντα διέχοντας πόδας ἀλλήλων, μέσην ποιοῦντες τὴν τομὴν τοῦ διαστήματος.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 6.26.12 Polyb. 6.27.6 (English) >>Polyb. 6.29.1

Powered by PhiloLogic