Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 6.3.2 Polyb. 6.3.10 (English) >>Polyb. 6.4.7

6.3.7 κατʼ ἀμφότερα γὰρ ἀγνοεῖν μοι δοκοῦσι. δῆλον γὰρ ὡς ἀρίστην μὲν ἡγητέον πολιτείαν τὴν ἐκ πάντων τῶν προειρημένων ἰδιωμάτων συνεστῶσαν· 6.3.8 τούτου γὰρ τοῦ μέρους οὐ λόγῳ μόνον, ἀλλʼ ἔργῳ πεῖραν εἰλήφαμεν, Λυκούργου συστήσαντος πρώτου κατὰ τοῦτον τὸν τρόπον τὸ Λακεδαιμονίων πολίτευμα. 6.3.9 καὶ μὴν οὐδʼ ὡς μόνας ταύτας προσδεκτέον· καὶ γὰρ μοναρχικὰς καὶ τυραννικὰς ἤδη τινὰς τεθεάμεθα πολιτείας, αἳ πλεῖστον διαφέρουσαι βασιλείας παραπλήσιον ἔχειν τι ταύτῃ δοκοῦσιν· 6.3.10 καὶ συμψεύδονται καὶ συγχρῶνται πάντες οἱ μόναρχοι καθʼ ὅσον οἷοί τʼ εἰσὶ τῷ τῆς βασιλείας ὀνόματι. 6.3.11 καὶ μὴν ὀλιγαρχικὰ πολιτεύματα καὶ πλείω γέγονε, δοκοῦντα παρόμοιον ἔχειν τι τοῖς ἀριστοκρατικοῖς, πλεῖστον ὡς ἔπος εἰπεῖν διεστᾶσιν. 6.3.12 δʼ αὐτὸς λόγος καὶ περὶ

6.4.1

δημοκρατίας. ὅτι δʼ ἀληθές ἐστι τὸ λεγόμενον ἐκ τούτων συμφανές. 6.4.2 οὔτε γὰρ πᾶσαν δήπου μοναρχίαν εὐθέως βασιλείαν ῥητέον, ἀλλὰ μόνην τὴν ἐξ ἑκόντων συγχωρουμένην καὶ τῇ γνώμῃ τὸ πλεῖον φόβῳ καὶ βίᾳ κυβερνωμένην· 6.4.3 οὐδὲ μὴν πᾶσαν ὀλιγαρχίαν ἀριστοκρατίαν νομιστέον, ἀλλὰ ταύτην, ἥτις ἂν κατʼ ἐκλογὴν ὑπὸ τῶν δικαιοτάτων καὶ φρονιμωτάτων ἀνδρῶν βραβεύηται. 6.4.4 παραπλησίως οὐδὲ δημοκρατίαν, ἐν πᾶν πλῆθος κύριόν ἐστι ποιεῖν ,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 6.3.2 Polyb. 6.3.10 (English) >>Polyb. 6.4.7

Powered by PhiloLogic