Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 6.33.5 Polyb. 6.33.11 (English) >>Polyb. 6.34.6

6.33.9 τὸ μὲν ἔργον γίνεται κοῦφον διὰ τὸ παρὰ τετάρτην ἡμέραν ἑκάστῃ σημαίᾳ καθήκειν τὴν λειτουργίαν, τοῖς δὲ χιλιάρχοις ἅμα μὲν τὸ τῆς εὐχρηστίας ἀναγκαῖον, ἅμα δὲ τὸ τῆς τιμῆς διὰ τῶν προειρημένων ἀποτελεῖται σεμνὸν καὶ προστατικόν. 6.33.10 αἱ δὲ τῶν τριαρίων σημαῖαι τῆς μὲν τῶν χιλιάρχων παραλύονται λειτουργίας, εἰς δὲ τοὺς τῶν ἱππέων οὐλαμοὺς ἑκάστη σημαία καθʼ ἡμέραν δίδωσι φυλακεῖον ἀεὶ τῷ γειτνιῶντι κατόπιν τῶν οὐλαμῶν· 6.33.11 οἵτινες τηροῦσι μὲν καὶ τἄλλα, μάλιστα δὲ τοὺς ἵππους, ἵνα μήτʼ ἐμπλεκόμενοι τοῖς δέμασι βλάπτωνται πρὸς χρείαν μήτε λυόμενοι καὶ προσπίπτοντες ἄλλοις ἵπποις ταραχὰς καὶ θορύβους ἐμποιῶσι τῷ στρατοπέδῳ. 6.33.12 μία δʼ ἐξ ἁπασῶν καθʼ ἡμέραν σημαία ἀνὰ μέρος τῷ στρατηγῷ παρακοιτεῖ· ἥτις ἅμα μὲν ἀσφάλειαν παρασκευάζει τῷ στρατηγῷ πρὸς τὰς ἐπιβουλάς, ἅμα δὲ κοσμεῖ τὸ πρόσχημα τῆς ἀρχῆς.

6.34.1

Τῆς δὲ ταφρείας καὶ χαρακοποιίας δύο μὲν ἐπιβάλλουσι πλευραὶ τοῖς συμμάχοις, παρʼ ἃς καὶ στρατοπεδεύει τὸ κέρας αὐτῶν ἑκάτερον, δύο δὲ τοῖς Ῥωμαίοις, ἑκατέρῳ τῷ στρατοπέδῳ μία. 6.34.2 διαιρεθείσης δὲ τῆς πλευρᾶς ἑκάστης κατὰ σημαίαν, τὴν μὲν κατὰ μέρος ἐπιμέλειαν οἱ ταξίαρχοι ποιοῦνται παρεστῶτες, τὴν δὲ καθόλου δοκιμασίαν τῆς πλευρᾶς δύο τῶν χιλιάρχων.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 6.33.5 Polyb. 6.33.11 (English) >>Polyb. 6.34.6

Powered by PhiloLogic