Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 6.32.7 Polyb. 6.33.6 (English) >>Polyb. 6.33.12

6.33.3 ἑξῆς δὲ τούτοις διέταξαν τὰς σημαίας ἐξ ἑκάστου στρατοπέδου τῶν πριγκίπων καὶ τῶν ἁστάτων, δύο μὲν εἰς τὴν ἐπιμέλειαν τοῦ τόπου τοῦ πρὸ τῶν χιλιάρχων· 6.33.4 τὴν γὰρ διατριβὴν ἐν ταῖς καθημερείαις οἱ πλεῖστοι τῶν Ῥωμαίων ἐν ταύτῃ ποιοῦνται τῇ πλατείᾳ· διόπερ ἀεὶ σπουδάζουσι περὶ ταύτης, ὡς ῥαίνηται καὶ καλλύνηται σφίσιν ἐπιμελῶς. 6.33.5 τῶν δὲ λοιπῶν ὀκτωκαίδεκα τρεῖς ἕκαστος τῶν χιλιάρχων διαλαγχάνει· τοσαῦται γάρ εἰσι τῶν ἁστάτων καὶ πριγκίπων ἐν ἑκάστῳ στρατοπέδῳ σημαῖαι κατὰ τὴν ἄρτι ῥηθεῖσαν διαίρεσιν, χιλίαρχοι δʼ ἕξ. 6.33.6 τῶν δὲ τριῶν σημαιῶν ἀνὰ μέρος ἑκάστη τῷ χιλιάρχῳ λειτουργεῖ λειτουργίαν τοιαύτην. ἐπειδὰν καταστρατοπεδεύσωσι, τὴν σκηνὴν ἱστᾶσιν οὗτοι καὶ τὸν περὶ τὴν σκηνὴν τόπον ἠδάφισαν. κἄν τι περιφράξαι δέῃ τῶν σκευῶν ἀσφαλείας χάριν, οὗτοι φροντίζουσι. 6.33.7 διδόασι δὲ καὶ φυλακεῖα δύοτὸ δὲ φυλακεῖόν ἐστιν ἐκ τεττάρων ἀνδρῶνὧν οἱ μὲν πρὸ τῆς σκηνῆς, οἱ δὲ κατόπιν παρὰ τοὺς ἵππους ποιοῦνται τὴν φυλακήν. 6.33.8 οὐσῶν δὲ σημαιῶν ἑκάστῳ χιλιάρχῳ τριῶν, ἐν ἑκάστῃ δὲ τούτων ἀνδρῶν ὑπαρχόντων ὑπὲρ τοὺς ἑκατὸν χωρὶς τῶν τριαρίων καὶ γροσφομάχωνοὗτοι γὰρ οὐ λειτουργοῦσι6.33.9 τὸ μὲν ἔργον γίνεται κοῦφον διὰ τὸ παρὰ τετάρτην ἡμέραν ἑκάστῃ σημαίᾳ καθήκειν τὴν λειτουργίαν, τοῖς δὲ χιλιάρχοις ἅμα μὲν τὸ τῆς εὐχρηστίας ἀναγκαῖον, ἅμα δὲ τὸ τῆς τιμῆς διὰ τῶν προειρημένων ἀποτελεῖται σεμνὸν καὶ προστατικόν.


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 6.32.7 Polyb. 6.33.6 (English) >>Polyb. 6.33.12

Powered by PhiloLogic