Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 6.35.3 Polyb. 6.35.11 (English) >>Polyb. 6.36.6

6.35.8

δὲ τῆς ἐφοδείας πίστις εἰς τοὺς ἱππεῖς ἀνατίθεται. δεῖ γὰρ τὸν πρῶτον ἰλάρχην καθʼ ἕκαστον στρατόπεδον ἑνὶ τῶν οὐραγῶν τῶν αὑτοῦ παραγγεῖλαι πρῲ παράγγελμα τοιοῦτον, ἵνα τέτταρσιν οὗτος ἐμφανίσῃ νεανίσκοις τῶν ἐκ τῆς ἰδίας ἴλης πρὸ ἀρίστου τοῖς μέλλουσιν ἐφοδεύειν. 6.35.9 μετὰ δὲ ταῦτα τῷ τῆς ἐχομένης ἴλης ἡγεμόνι δεῖ τὸν αὐτὸν ἀφʼ ἑσπέρας παραγγεῖλαι διότι τούτῳ καθήκει τὰ περὶ τῆς ἐφοδείας φροντίζειν εἰς τὴν αὔριον. 6.35.10 τοῦτον δʼ ἀκούσαντα παραπλησίως ταὐτὰ δεῖ ποιεῖν τοῖς προειρημένοις εἰς τὴν ἐπιοῦσαν ἡμέραν· ὁμοίως δὲ καὶ τοὺς ἑξῆς. 6.35.11 οἱ δὲ προκριθέντες ὑπὸ τῶν οὐραγῶν ἐκ τῆς πρώτης ἴλης τέτταρες, ἐπειδὰν διαλάχωσι τὰς φυλακάς, πορεύονται πρὸς τὸν χιλίαρχον, καὶ γραφὴν λαμβάνουσι πόσου καὶ πόσας ἐφοδεῦσαι δεῖ φυλακάς. 6.35.12 μετὰ δὲ ταῦτα παρακοιτοῦσιν οἱ τέτταρες παρὰ τὴν πρώτην σημαίαν τῶν τριαρίων· γὰρ ταύτης ταξίαρχος τὴν ἐπιμέλειαν ποιεῖται τοῦ κατὰ φυλακὴν

6.36.1

βουκανᾶν. συνάψαντος δὲ τοῦ καιροῦ τὴν πρώτην ἐφοδεύει φυλακὴν ταύτην λαχών, ἔχων μεθʼ αὑτοῦ μάρτυρας τῶν φίλων. 6.36.2 ἐπιπορεύεται δὲ τοὺς ῥηθέντας τόπους, οὐ μόνον τοὺς περὶ τὸν χάρακα καὶ τὰς εἰσόδους, ἀλλὰ καὶ τοὺς κατὰ σημαίαν ἅπαντας καὶ τοὺς κατʼ οὐλαμόν·



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 6.35.3 Polyb. 6.35.11 (English) >>Polyb. 6.36.6

Powered by PhiloLogic