Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 6.35.5 Polyb. 6.35.12 (English) >>Polyb. 6.36.9

6.35.9 μετὰ δὲ ταῦτα τῷ τῆς ἐχομένης ἴλης ἡγεμόνι δεῖ τὸν αὐτὸν ἀφʼ ἑσπέρας παραγγεῖλαι διότι τούτῳ καθήκει τὰ περὶ τῆς ἐφοδείας φροντίζειν εἰς τὴν αὔριον. 6.35.10 τοῦτον δʼ ἀκούσαντα παραπλησίως ταὐτὰ δεῖ ποιεῖν τοῖς προειρημένοις εἰς τὴν ἐπιοῦσαν ἡμέραν· ὁμοίως δὲ καὶ τοὺς ἑξῆς. 6.35.11 οἱ δὲ προκριθέντες ὑπὸ τῶν οὐραγῶν ἐκ τῆς πρώτης ἴλης τέτταρες, ἐπειδὰν διαλάχωσι τὰς φυλακάς, πορεύονται πρὸς τὸν χιλίαρχον, καὶ γραφὴν λαμβάνουσι πόσου καὶ πόσας ἐφοδεῦσαι δεῖ φυλακάς. 6.35.12 μετὰ δὲ ταῦτα παρακοιτοῦσιν οἱ τέτταρες παρὰ τὴν πρώτην σημαίαν τῶν τριαρίων· γὰρ ταύτης ταξίαρχος τὴν ἐπιμέλειαν ποιεῖται τοῦ κατὰ φυλακὴν

6.36.1

βουκανᾶν. συνάψαντος δὲ τοῦ καιροῦ τὴν πρώτην ἐφοδεύει φυλακὴν ταύτην λαχών, ἔχων μεθʼ αὑτοῦ μάρτυρας τῶν φίλων. 6.36.2 ἐπιπορεύεται δὲ τοὺς ῥηθέντας τόπους, οὐ μόνον τοὺς περὶ τὸν χάρακα καὶ τὰς εἰσόδους, ἀλλὰ καὶ τοὺς κατὰ σημαίαν ἅπαντας καὶ τοὺς κατʼ οὐλαμόν· 6.36.3 κἂν μὲν εὕρῃ τοὺς φυλάττοντας τὴν πρώτην ἐγρηγορότας, λαμβάνει παρὰ τούτων τὸ κάρφος· ἐὰν δʼ εὕρῃ κοιμώμενον λελοιπότα τινὰ τὸν τόπον, ἐπιμαρτυράμενος τοὺς σύνεγγυς ἀπαλλάττεται. 6.36.4 τὸ δὲ παραπλήσιον γίνεται καὶ ὑπὸ τῶν τὰς ἑξῆς φυλακὰς ἐφοδευόντων. 6.36.5 τὴν δʼ ἐπιμέλειαν τοῦ κατὰ φυλακὴν βουκανᾶν, ὡς ἀρτίως εἶπον, ἵνα σύμφωνον τοῖς ἐφοδεύουσι πρὸς τοὺς φυλάττοντας, οἱ τῆς πρώτης σημαίας τῶν τριαρίων ἐξ ἑκατέρου τοῦ στρατοπέδου ταξίαρχοι καθʼ ἡμέραν ποιοῦνται.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 6.35.5 Polyb. 6.35.12 (English) >>Polyb. 6.36.9

Powered by PhiloLogic