Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 6.34.9 Polyb. 6.35.3 (English) >>Polyb. 6.35.10

6.34.12 ἐὰν δʼ ἐλλείπῃ τι, παρὰ πόδας ζητεῖ τὸ γεγονός, εἰδὼς ἐκ τῆς ἐπιγραφῆς ἐκ ποίου μέρους οὐχ ἥκει τὸ πλατεῖον. οὗ δʼ ἂν εὑρεθῇ τὸ κώλυμα, τυγχάνει τῆς καθηκούσης ζημίας.

6.35.1

Τὰ δὲ περὶ τὰς νυκτερινὰς φυλακὰς οὕτως οἰκονομεῖται παρʼ αὐτοῖς. 6.35.2 τὸν μὲν στρατηγὸν καὶ τὴν τούτου σκηνὴν παρακοιτοῦσα σημαία φυλάττει, τὰς δὲ τῶν χιλιάρχων καὶ τοὺς τῶν ἱππέων οὐλαμοὺς οἱ διατεταγμένοι κατὰ τὸν ἄρτι λόγον ἐξ ἑκάστης σημαίας. 6.35.3 ὁμοίως δὲ καὶ παρʼ ἕκαστον τάγμα πάντες ἐξ ἑαυτῶν τιθέασι φυλακήν· τὰς δὲ λοιπὰς στρατηγὸς ἀποτάττει. 6.35.4 γίνονται δʼ ὡς ἐπίπαν τρεῖς φυλακαὶ παρὰ τὸν ταμίαν, καὶ παρʼ ἕκαστον τῶν πρεσβευτῶν καὶ συμβούλων δύο. 6.35.5 τὴν δʼ ἐκτὸς ἐπιφάνειαν οἱ γροσφομάχοι πληροῦσι, παρʼ ὅλον καθʼ ἡμέραν τὸν χάρακα παρακοιτοῦντεςαὕτη γὰρ ἐπιτέτακται τούτοις λειτουργίαἐπί τε τῶν εἰσόδων ἀνὰ δέκα ποιοῦνται τούτων αὐτῶν τὰς προκοιτίας. 6.35.6 τῶν δʼ εἰς τὰς φυλακὰς ἀποταχθέντων ἀφʼ ἑκάστου φυλακείου τὸν τὴν πρώτην μέλλοντα τηρεῖν εἷς ἐξ ἑκάστης σημαίας οὐραγὸς ἄγει πρὸς τὸν χιλίαρχον ἑσπέρας· 6.35.7 δὲ δίδωσι τούτοις πᾶσι ξυλήφια κατὰ φυλακήν, βραχέα τελέως, ἔχοντα χαρακτῆρα. λαβόντες δʼ οὗτοι μὲν ἐπὶ τοὺς ἀποδεδειγμένους ἀπαλλάττονται τόπους.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 6.34.9 Polyb. 6.35.3 (English) >>Polyb. 6.35.10

Powered by PhiloLogic