6.35.4 γίνονται δʼ ὡς ἐπίπαν τρεῖς φυλακαὶ παρὰ τὸν ταμίαν, καὶ παρʼ ἕκαστον τῶν πρεσβευτῶν καὶ συμβούλων δύο.
6.35.5 τὴν δʼ ἐκτὸς ἐπιφάνειαν οἱ γροσφομάχοι πληροῦσι, παρʼ ὅλον καθʼ ἡμέραν τὸν χάρακα παρακοιτοῦντες — αὕτη γὰρ ἐπιτέτακται τούτοις ἡ λειτουργία — ἐπί τε τῶν εἰσόδων ἀνὰ δέκα ποιοῦνται τούτων αὐτῶν τὰς προκοιτίας.
6.35.6 τῶν δʼ εἰς τὰς φυλακὰς ἀποταχθέντων ἀφʼ ἑκάστου φυλακείου τὸν τὴν πρώτην μέλλοντα τηρεῖν εἷς ἐξ ἑκάστης σημαίας οὐραγὸς ἄγει πρὸς τὸν χιλίαρχον ἑσπέρας·
6.35.7 ὁ δὲ δίδωσι τούτοις πᾶσι ξυλήφια κατὰ φυλακήν, βραχέα τελέως, ἔχοντα χαρακτῆρα. λαβόντες δʼ οὗτοι μὲν ἐπὶ τοὺς ἀποδεδειγμένους ἀπαλλάττονται τόπους.
6.35.8
Ἡ δὲ τῆς ἐφοδείας πίστις εἰς τοὺς ἱππεῖς ἀνατίθεται. δεῖ γὰρ τὸν πρῶτον ἰλάρχην καθʼ ἕκαστον στρατόπεδον ἑνὶ τῶν οὐραγῶν τῶν αὑτοῦ παραγγεῖλαι πρῲ παράγγελμα τοιοῦτον, ἵνα τέτταρσιν οὗτος ἐμφανίσῃ νεανίσκοις τῶν ἐκ τῆς ἰδίας ἴλης πρὸ ἀρίστου τοῖς μέλλουσιν ἐφοδεύειν.
6.35.9 μετὰ δὲ ταῦτα τῷ τῆς ἐχομένης ἴλης ἡγεμόνι δεῖ τὸν αὐτὸν ἀφʼ ἑσπέρας παραγγεῖλαι διότι τούτῳ καθήκει τὰ περὶ τῆς ἐφοδείας φροντίζειν εἰς τὴν αὔριον.
6.35.10 τοῦτον δʼ ἀκούσαντα παραπλησίως ταὐτὰ δεῖ ποιεῖν τοῖς προειρημένοις εἰς τὴν ἐπιοῦσαν ἡμέραν· ὁμοίως δὲ καὶ τοὺς ἑξῆς.