Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 6.34.12 Polyb. 6.35.8 (English) >>Polyb. 6.36.3

6.35.5 τὴν δʼ ἐκτὸς ἐπιφάνειαν οἱ γροσφομάχοι πληροῦσι, παρʼ ὅλον καθʼ ἡμέραν τὸν χάρακα παρακοιτοῦντεςαὕτη γὰρ ἐπιτέτακται τούτοις λειτουργίαἐπί τε τῶν εἰσόδων ἀνὰ δέκα ποιοῦνται τούτων αὐτῶν τὰς προκοιτίας. 6.35.6 τῶν δʼ εἰς τὰς φυλακὰς ἀποταχθέντων ἀφʼ ἑκάστου φυλακείου τὸν τὴν πρώτην μέλλοντα τηρεῖν εἷς ἐξ ἑκάστης σημαίας οὐραγὸς ἄγει πρὸς τὸν χιλίαρχον ἑσπέρας· 6.35.7 δὲ δίδωσι τούτοις πᾶσι ξυλήφια κατὰ φυλακήν, βραχέα τελέως, ἔχοντα χαρακτῆρα. λαβόντες δʼ οὗτοι μὲν ἐπὶ τοὺς ἀποδεδειγμένους ἀπαλλάττονται τόπους. 6.35.8

δὲ τῆς ἐφοδείας πίστις εἰς τοὺς ἱππεῖς ἀνατίθεται. δεῖ γὰρ τὸν πρῶτον ἰλάρχην καθʼ ἕκαστον στρατόπεδον ἑνὶ τῶν οὐραγῶν τῶν αὑτοῦ παραγγεῖλαι πρῲ παράγγελμα τοιοῦτον, ἵνα τέτταρσιν οὗτος ἐμφανίσῃ νεανίσκοις τῶν ἐκ τῆς ἰδίας ἴλης πρὸ ἀρίστου τοῖς μέλλουσιν ἐφοδεύειν. 6.35.9 μετὰ δὲ ταῦτα τῷ τῆς ἐχομένης ἴλης ἡγεμόνι δεῖ τὸν αὐτὸν ἀφʼ ἑσπέρας παραγγεῖλαι διότι τούτῳ καθήκει τὰ περὶ τῆς ἐφοδείας φροντίζειν εἰς τὴν αὔριον. 6.35.10 τοῦτον δʼ ἀκούσαντα παραπλησίως ταὐτὰ δεῖ ποιεῖν τοῖς προειρημένοις εἰς τὴν ἐπιοῦσαν ἡμέραν· ὁμοίως δὲ καὶ τοὺς ἑξῆς. 6.35.11 οἱ δὲ προκριθέντες ὑπὸ τῶν οὐραγῶν ἐκ τῆς πρώτης ἴλης τέτταρες, ἐπειδὰν διαλάχωσι τὰς φυλακάς, πορεύονται πρὸς τὸν χιλίαρχον, καὶ γραφὴν λαμβάνουσι πόσου καὶ πόσας ἐφοδεῦσαι δεῖ φυλακάς.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 6.34.12 Polyb. 6.35.8 (English) >>Polyb. 6.36.3

Powered by PhiloLogic