6.36.6
Τῶν δʼ ἐφόδων ἕκαστος ἅμα τῷ φωτὶ πρὸς τὸν χιλίαρχον ἀναφέρει τὸ σύνθημα. κἂν μὲν ᾖ πάντα δεδομένα, χωρὶς ἐγκλήματος ἀπαλλάττονται πάλιν· ἂν δέ τις ἐλάττω φέρῃ τοῦ πλήθους τῶν φυλακείων,
6.36.7 ζητοῦσιν ἐκ τοῦ χαρακτῆρος ποῖον ἐκ τῶν φυλακείων λέλοιπε.
6.36.8 τούτου δὲ γνωσθέντος καλεῖ τὸν ταξίαρχον· οὗτος δʼ ἄγει τοὺς ἀποταχθέντας εἰς τὴν φυλακήν· οὗτοι δὲ συγκρίνονται πρὸς τὸν ἔφοδον. ἐὰν μὲν οὖν ἐν τοῖς φύλαξιν ᾖ τὸ κακόν,
6.36.9 εὐθέως δῆλός ἐστιν ὁ τὴν ἐφοδείαν ἔχων ἐπιμαρτυράμενος τοὺς σύνεγγυς· ὀφείλει γὰρ τοῦτο ποιεῖν· ἐὰν δὲ μηδὲν ᾖ τοιοῦτο γεγονός, εἰς τὸν ἔφοδον ἀναχωρεῖ
6.37.1
τοὔγκλημα. καθίσαντος δὲ παραχρῆμα συνεδρίου τῶν χιλιάρχων κρίνεται, κἂν καταδικασθῇ, ξυλοκοπεῖται.
6.37.2 τὸ δὲ τῆς ξυλοκοπίας ἐστὶ τοιοῦτον. λαβὼν ξύλον ὁ χιλίαρχος τούτῳ τοῦ κατακριθέντος οἷον ἥψατο μόνον,
6.37.3 οὗ γενομένου πάντες οἱ τοῦ στρατοπέδου τύπτοντες τοῖς ξύλοις καὶ τοῖς λίθοις τοὺς μὲν πλείστους ἐν αὐτῇ τῇ στρατοπεδείᾳ καταβάλλουσι,
6.37.4 τοῖς δʼ ἐκπεσεῖν δυναμένοις οὐδʼ ὣς ὑπάρχει σωτηρία· πῶς γάρ; οἷς οὔτʼ εἰς τὴν πατρίδα τὴν ἑαυτῶν ἐπανελθεῖν ἔξεστιν οὔτε τῶν ἀναγκαίων οὐδεὶς ἂν οἰκίᾳ τολμήσειε δέξασθαι τὸν τοιοῦτον. διὸ τελείως οἱ περιπεσόντες ἅπαξ τοιαύτῃ συμφορᾷ καταφθείρονται.