Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 6.37.5 Polyb. 6.37.11 (English) >>Polyb. 6.38.4

6.37.9 ξυλοκοπεῖται δὲ καὶ πᾶς κλέψας τι τῶν ἐκ τοῦ στρατοπέδου, καὶ μὴν μαρτυρήσας ψευδῆ παραπλησίως, κἄν τις τῶν ἐν ἀκμῇ παραχρησάμενος εὑρεθῇ τῷ σώματι, πρὸς δὲ τούτοις τρὶς περὶ τῆς αὐτῆς αἰτίας ζημιωθείς. 6.37.10 ταῦτα μὲν οὖν ὡς ἀδικήματα κολάζουσιν· εἰς δʼ ἀνανδρίαν τιθέασι καὶ στρατιωτικὴν αἰσχύνην τὰ τοιαῦτα τῶν ἐγκλημάτων, ἐάν τινες ψευδῆ περὶ αὑτῶν ἀνδραγαθίαν ἀπαγγείλωσι τοῖς χιλιάρχοις ἕνεκεν τοῦ τιμὰς λαβεῖν, 6.37.11 ὁμοίως ἄν τινες εἰς ἐφεδρείαν ταχθέντες φόβου χάριν λίπωσι τὸν δοθέντα τόπον, παραπλησίως ἐάν τις ἀπορρίψῃ τι τῶν ὅπλων κατʼ αὐτὸν τὸν κίνδυνον διὰ φόβον. 6.37.12 διὸ καί τινες μὲν ἐν ταῖς ἐφεδρείαις προδήλως ἀπόλλυνται, πολλαπλασίων αὐτοῖς ἐπιγινομένων οὐ θέλοντες λιπεῖν τὴν τάξιν, δεδιότες τὴν οἰκείαν τιμωρίαν· 6.37.13 ἔνιοι δὲ κατʼ αὐτὸν τὸν κίνδυνον ἐκβαλόντες θυρεὸν μάχαιραν τι τῶν ἄλλων ὅπλων παραλόγως ῥίπτουσιν ἑαυτοὺς εἰς τοὺς πολεμίους, κυριεύειν ἐλπίζοντες ὧν ἀπέβαλον παθόντες τι τὴν πρόδηλον αἰσχύνην διαφεύξεσθαι καὶ τὴν τῶν οἰκείων ὕβριν.

6.38.1

Ἐὰν δέ ποτε ταὐτὰ ταῦτα περὶ πλείους συμβῇ γενέσθαι καὶ σημαίας τινὰς ὁλοσχερῶς πιεσθείσας λιπεῖν τοὺς τόπους, τὸ μὲν ἅπαντας ξυλοκοπεῖν φονεύειν ἀποδοκιμάζουσι, λύσιν δὲ τοῦ πράγματος εὑρίσκονται συμφέρουσαν ἅμα καὶ καταπληκτικήν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 6.37.5 Polyb. 6.37.11 (English) >>Polyb. 6.38.4

Powered by PhiloLogic