Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 6.37.5 Polyb. 6.37.13 (English) >>Polyb. 6.39.1

6.37.10 ταῦτα μὲν οὖν ὡς ἀδικήματα κολάζουσιν· εἰς δʼ ἀνανδρίαν τιθέασι καὶ στρατιωτικὴν αἰσχύνην τὰ τοιαῦτα τῶν ἐγκλημάτων, ἐάν τινες ψευδῆ περὶ αὑτῶν ἀνδραγαθίαν ἀπαγγείλωσι τοῖς χιλιάρχοις ἕνεκεν τοῦ τιμὰς λαβεῖν, 6.37.11 ὁμοίως ἄν τινες εἰς ἐφεδρείαν ταχθέντες φόβου χάριν λίπωσι τὸν δοθέντα τόπον, παραπλησίως ἐάν τις ἀπορρίψῃ τι τῶν ὅπλων κατʼ αὐτὸν τὸν κίνδυνον διὰ φόβον. 6.37.12 διὸ καί τινες μὲν ἐν ταῖς ἐφεδρείαις προδήλως ἀπόλλυνται, πολλαπλασίων αὐτοῖς ἐπιγινομένων οὐ θέλοντες λιπεῖν τὴν τάξιν, δεδιότες τὴν οἰκείαν τιμωρίαν· 6.37.13 ἔνιοι δὲ κατʼ αὐτὸν τὸν κίνδυνον ἐκβαλόντες θυρεὸν μάχαιραν τι τῶν ἄλλων ὅπλων παραλόγως ῥίπτουσιν ἑαυτοὺς εἰς τοὺς πολεμίους, κυριεύειν ἐλπίζοντες ὧν ἀπέβαλον παθόντες τι τὴν πρόδηλον αἰσχύνην διαφεύξεσθαι καὶ τὴν τῶν οἰκείων ὕβριν.

6.38.1

Ἐὰν δέ ποτε ταὐτὰ ταῦτα περὶ πλείους συμβῇ γενέσθαι καὶ σημαίας τινὰς ὁλοσχερῶς πιεσθείσας λιπεῖν τοὺς τόπους, τὸ μὲν ἅπαντας ξυλοκοπεῖν φονεύειν ἀποδοκιμάζουσι, λύσιν δὲ τοῦ πράγματος εὑρίσκονται συμφέρουσαν ἅμα καὶ καταπληκτικήν. 6.38.2 συναθροίσας γὰρ τὸ στρατόπεδον χιλίαρχος καὶ προαγαγὼν εἰς μέσον τοὺς λελοιπότας, κατηγορεῖ πικρῶς, καὶ τὸ τέλος ποτὲ μὲν πέντε, ποτὲ δʼ ὀκτώ, ποτὲ δʼ εἴκοσι, τὸ δʼ ὅλον πρὸς τὸ πλῆθος αἰεὶ στοχαζόμενος, ὥστε δέκατον μάλιστα γίνεσθαι τῶν ἡμαρτηκότων, τοσούτους ἐκ πάντων κληροῦται τῶν ἀποδεδειλιακότων,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 6.37.5 Polyb. 6.37.13 (English) >>Polyb. 6.39.1

Powered by PhiloLogic