Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 6.36.3 Polyb. 6.37.2 (English) >>Polyb. 6.37.10

6.36.8 τούτου δὲ γνωσθέντος καλεῖ τὸν ταξίαρχον· οὗτος δʼ ἄγει τοὺς ἀποταχθέντας εἰς τὴν φυλακήν· οὗτοι δὲ συγκρίνονται πρὸς τὸν ἔφοδον. ἐὰν μὲν οὖν ἐν τοῖς φύλαξιν τὸ κακόν, 6.36.9 εὐθέως δῆλός ἐστιν τὴν ἐφοδείαν ἔχων ἐπιμαρτυράμενος τοὺς σύνεγγυς· ὀφείλει γὰρ τοῦτο ποιεῖν· ἐὰν δὲ μηδὲν τοιοῦτο γεγονός, εἰς τὸν ἔφοδον ἀναχωρεῖ

6.37.1

τοὔγκλημα. καθίσαντος δὲ παραχρῆμα συνεδρίου τῶν χιλιάρχων κρίνεται, κἂν καταδικασθῇ, ξυλοκοπεῖται. 6.37.2 τὸ δὲ τῆς ξυλοκοπίας ἐστὶ τοιοῦτον. λαβὼν ξύλον χιλίαρχος τούτῳ τοῦ κατακριθέντος οἷον ἥψατο μόνον, 6.37.3 οὗ γενομένου πάντες οἱ τοῦ στρατοπέδου τύπτοντες τοῖς ξύλοις καὶ τοῖς λίθοις τοὺς μὲν πλείστους ἐν αὐτῇ τῇ στρατοπεδείᾳ καταβάλλουσι, 6.37.4 τοῖς δʼ ἐκπεσεῖν δυναμένοις οὐδʼ ὣς ὑπάρχει σωτηρία· πῶς γάρ; οἷς οὔτʼ εἰς τὴν πατρίδα τὴν ἑαυτῶν ἐπανελθεῖν ἔξεστιν οὔτε τῶν ἀναγκαίων οὐδεὶς ἂν οἰκίᾳ τολμήσειε δέξασθαι τὸν τοιοῦτον. διὸ τελείως οἱ περιπεσόντες ἅπαξ τοιαύτῃ συμφορᾷ καταφθείρονται. 6.37.5 τὸ δʼ αὐτὸ πάσχειν ὀφείλει τοῖς προειρημένοις τʼ οὐραγὸς καὶ τῆς ἴλης ἡγεμών, ἐὰν μὴ παραγγείλωσιν, μὲν τοῖς ἐφόδοις, δὲ τῷ τῆς ἐχομένης ἴλης ἡγεμόνι, τὸ δέον ἐν τῷ καθήκοντι καιρῷ. 6.37.6 διόπερ οὕτως ἰσχυρᾶς οὔσης καὶ ἀπαραιτήτου τῆς τιμωρίας ἀδιάπτωτα γίνεται παρʼ αὐτοῖς τὰ κατὰ τὰς νυκτερινὰς φυλακάς.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 6.36.3 Polyb. 6.37.2 (English) >>Polyb. 6.37.10

Powered by PhiloLogic