6.39.11 τοιαύτης δʼ ἐπιμελείας οὔσης καὶ σπουδῆς περί τε τὰς τιμὰς καὶ τιμωρίας τὰς ἐν τοῖς στρατοπέδοις, εἰκότως καὶ τὰ τέλη τῶν πολεμικῶν πράξεων ἐπιτυχῆ καὶ λαμπρὰ γίνεται διʼ αὐτῶν.
6.39.12
Ὀψώνιον δʼ οἱ μὲν πεζοὶ λαμβάνουσι τῆς ἡμέρας δύʼ ὀβολούς, οἱ δὲ ταξίαρχοι διπλοῦν, οἱ δʼ ἱππεῖς δραχμήν.
6.39.13 σιτομετροῦνται δʼ οἱ μὲν πεζοὶ πυρῶν Ἀττικοῦ μεδίμνου δύο μέρη μάλιστά πως, οἱ δʼ ἱππεῖς κριθῶν μὲν ἑπτὰ μεδίμνους εἰς τὸν μῆνα, πυρῶν δὲ δύο,
6.39.14 τῶν δὲ συμμάχων οἱ μὲν πεζοὶ τὸ ἴσον, οἱ δʼ ἱππεῖς πυρῶν μὲν μέδιμνον ἕνα καὶ τρίτον μέρος, κριθῶν δὲ πέντε.
6.39.15 δίδοται δὲ τοῖς μὲν συμμάχοις τοῦτʼ ἐν δωρεᾷ· τοῖς δὲ Ῥωμαίοις τοῦ τε σίτου καὶ τῆς ἐσθῆτος, κἄν τινος ὅπλου προσδεηθῶσι, πάντων τούτων ὁ ταμίας τὴν τεταγμένην τιμὴν ἐκ τῶν ὀψωνίων ὑπολογίζεται.
6.40.1
Τὰς δʼ ἐκ τῆς παρεμβολῆς ἀναστρατοπεδείας ποιοῦνται τὸν τρόπον τοῦτον.
6.40.2 ὅταν τὸ πρῶτον σημήνῃ, καταλύουσι τὰς σκηνὰς καὶ συντιθέασι τὰ φορτία πάντες· οὔτε δὲ καθελεῖν ἔξεστιν οὔτʼ ἀναστῆσαι πρότερον οὐδένα τῆς τῶν χιλιάρχων καὶ τοῦ στρατηγοῦ σκηνῆς.
6.40.3 ὅταν δὲ τὸ δεύτερον, ἀνατιθέασι τὰ σκευοφόρα τοῖς ὑποζυγίοις. ἐπὰν δὲ τὸ τρίτον σημήνῃ, προάγειν δεῖ τοὺς πρώτους καὶ κινεῖν τὴν ὅλην παρεμβολήν.