Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 6.39.10 Polyb. 6.40.2 (English) >>Polyb. 6.40.9

6.39.14 τῶν δὲ συμμάχων οἱ μὲν πεζοὶ τὸ ἴσον, οἱ δʼ ἱππεῖς πυρῶν μὲν μέδιμνον ἕνα καὶ τρίτον μέρος, κριθῶν δὲ πέντε. 6.39.15 δίδοται δὲ τοῖς μὲν συμμάχοις τοῦτʼ ἐν δωρεᾷ· τοῖς δὲ Ῥωμαίοις τοῦ τε σίτου καὶ τῆς ἐσθῆτος, κἄν τινος ὅπλου προσδεηθῶσι, πάντων τούτων ταμίας τὴν τεταγμένην τιμὴν ἐκ τῶν ὀψωνίων ὑπολογίζεται.

6.40.1

Τὰς δʼ ἐκ τῆς παρεμβολῆς ἀναστρατοπεδείας ποιοῦνται τὸν τρόπον τοῦτον. 6.40.2 ὅταν τὸ πρῶτον σημήνῃ, καταλύουσι τὰς σκηνὰς καὶ συντιθέασι τὰ φορτία πάντες· οὔτε δὲ καθελεῖν ἔξεστιν οὔτʼ ἀναστῆσαι πρότερον οὐδένα τῆς τῶν χιλιάρχων καὶ τοῦ στρατηγοῦ σκηνῆς. 6.40.3 ὅταν δὲ τὸ δεύτερον, ἀνατιθέασι τὰ σκευοφόρα τοῖς ὑποζυγίοις. ἐπὰν δὲ τὸ τρίτον σημήνῃ, προάγειν δεῖ τοὺς πρώτους καὶ κινεῖν τὴν ὅλην παρεμβολήν. 6.40.4 εἰς μὲν οὖν τὴν πρωτοπορείαν ὡς ἐπίπαν τάττουσι τοὺς ἐπιλέκτους· τούτοις δὲ τὸ τῶν συμμάχων δεξιὸν ἐπιβάλλει κέρας· ἑξῆς δὲ τούτοις ἕπεται τὰ τῶν προειρημένων ὑποζύγια. 6.40.5 τῇ δὲ τούτων πορείᾳ τὸ πρῶτον τῶν Ῥωμαϊκῶν ἀκολουθεῖ στρατόπεδον, ἔχον ὄπισθεν τὴν ἰδίαν ἀποσκευήν. 6.40.6 κἄπειτα κατακολουθεῖ τὸ δεύτερον στρατόπεδον, ἑπομένων αὐτῷ τῶν ἰδίων ὑποζυγίων καὶ τῆς τῶν συμμάχων ἀποσκευῆς τῶν ἐπὶ τῆς οὐραγίας τεταγμένων τελευταῖον γὰρ ἐν τῇ πορείᾳ τάττεται τὸ τῶν συμμάχων εὐώνυμον κέρας.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 6.39.10 Polyb. 6.40.2 (English) >>Polyb. 6.40.9

Powered by PhiloLogic