Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 6.39.14 Polyb. 6.40.7 (English) >>Polyb. 6.40.13

6.40.4 εἰς μὲν οὖν τὴν πρωτοπορείαν ὡς ἐπίπαν τάττουσι τοὺς ἐπιλέκτους· τούτοις δὲ τὸ τῶν συμμάχων δεξιὸν ἐπιβάλλει κέρας· ἑξῆς δὲ τούτοις ἕπεται τὰ τῶν προειρημένων ὑποζύγια. 6.40.5 τῇ δὲ τούτων πορείᾳ τὸ πρῶτον τῶν Ῥωμαϊκῶν ἀκολουθεῖ στρατόπεδον, ἔχον ὄπισθεν τὴν ἰδίαν ἀποσκευήν. 6.40.6 κἄπειτα κατακολουθεῖ τὸ δεύτερον στρατόπεδον, ἑπομένων αὐτῷ τῶν ἰδίων ὑποζυγίων καὶ τῆς τῶν συμμάχων ἀποσκευῆς τῶν ἐπὶ τῆς οὐραγίας τεταγμένων τελευταῖον γὰρ ἐν τῇ πορείᾳ τάττεται τὸ τῶν συμμάχων εὐώνυμον κέρας. 6.40.7 οἱ δʼ ἱππεῖς ποτὲ μὲν ἀπουραγοῦσι τοῖς αὑτῶν ἕκαστοι μέρεσι, ποτὲ δὲ παρὰ τὰ ὑποζύγια πλάγιοι παραπορεύονται, συνέχοντες ταῦτα καὶ τὴν ἀσφάλειαν τούτοις παρασκευάζοντες. 6.40.8 προσδοκίας δʼ οὔσης κατὰ τὴν οὐραγίαν τὰ μὲν ἄλλα παρʼ αὐτοῖς τὸν αὐτὸν ἔχει τρόπον, αὐτοὶ δʼ οἱ τῶν συμμάχων ἐπίλεκτοι τὴν οὐραγίαν ἀντὶ τῆς πρωτοπορείας μεταλαμβάνουσι. 6.40.9 παρὰ δὲ μίαν ἡμέραν τὰ μὲν ἡγεῖται τῶν στρατοπέδων καὶ κεράτων, τὰ δʼ αὐτὰ πάλιν ἕπεται ταῦτα κατόπιν, ἵνα τῆς περὶ τὰς ὑδρείας καὶ σιτολογίας ἀκεραιότητος πάντες ἐπʼ ἴσον κοινωνῶσι, μεταλαμβάνοντες ἀεὶ τὴν ἐπὶ τῆς πρωτοπορείας ἐναλλὰξ τάξιν. 6.40.10 χρῶνται δὲ καὶ ἑτέρῳ γένει πορείας ἐν τοῖς ἐπισφαλέσι τῶν καιρῶν, ἐὰν ἀναπεπταμένους ἔχωσι τόπους.


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 6.39.14 Polyb. 6.40.7 (English) >>Polyb. 6.40.13

Powered by PhiloLogic