Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 6.45.2 Polyb. 6.46.4 (English) >>Polyb. 6.46.11

6.46.1

χειρίζεται τὰ κατὰ τὴν πολιτείαν. παρὰ δὲ Κρηταιεῦσι πάντα τούτοις ὑπάρχει τἀναντία· τήν τε γὰρ χώραν κατὰ δύναμιν αὐτοῖς ἐφιᾶσιν οἱ νόμοι, τὸ δὴ λεγόμενον, 6.46.2 εἰς ἄπειρον κτᾶσθαι, τό τε διάφορον ἐκτετίμηται παρʼ αὐτοῖς ἐπὶ τοσοῦτον ὥστε μὴ μόνον ἀναγκαίαν, ἀλλὰ καὶ καλλίστην εἶναι δοκεῖν τὴν τούτου κτῆσιν. 6.46.3 καθόλου θʼ περὶ τὴν αἰσχροκέρδειαν καὶ πλεονεξίαν τρόπος οὕτως ἐπιχωριάζει παρʼ αὐτοῖς ὥστε παρὰ μόνοις Κρηταιεῦσι τῶν ἁπάντων ἀνθρώπων μηδὲν αἰσχρὸν νομίζεσθαι κέρδος. 6.46.4 καὶ μὴν τὰ κατὰ τὰς ἀρχὰς ἐπέτεια παρʼ αὐτοῖς ἐστι καὶ δημοκρατικὴν ἔχει διάθεσιν. 6.46.5 ὥστε πολλάκις διαπορεῖν πῶς ἡμῖν περὶ τῶν τὴν ἐναντίαν φύσιν ἐχόντων ὡς οἰκείων καὶ συγγενῶν ὄντων ἀλλήλοις ἐξηγγέλκασι. 6.46.6 καὶ χωρὶς τοῦ παραβλέπειν τὰς τηλικαύτας διαφορὰς καὶ πολὺν δή τινα λόγον ἐν ἐπιμέτρῳ διατίθενται, φάσκοντες τὸν Λυκοῦργον μόνον τῶν γεγονότων τὰ συνέχοντα τεθεωρηκέναι· 6.46.7 δυεῖν γὰρ ὄντων, διʼ ὧν σῴζεται πολίτευμα πᾶν, τῆς πρὸς τοὺς πολεμίους ἀνδρείας καὶ τῆς πρὸς σφᾶς αὐτοὺς ὁμονοίας, ἀνῃρηκότα τὴν πλεονεξίαν ἅμα ταύτῃ συνανῃρηκέναι πᾶσαν ἐμφύλιον διαφορὰν καὶ στάσιν· 6.46.8 καὶ Λακεδαιμονίους, ἐκτὸς ὄντας τῶν κακῶν τούτων, κάλλιστα τῶν Ἑλλήνων τὰ πρὸς σφᾶς αὐτοὺς πολιτεύεσθαι καὶ συμφρονεῖν ταὐτά.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 6.45.2 Polyb. 6.46.4 (English) >>Polyb. 6.46.11

Powered by PhiloLogic