Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 6.47.1 Polyb. 6.47.9 (English) >>Polyb. 6.48.5

6.47.6 διόπερ οὔθʼ ὁμοίαν αὐτὴν ἡγούμενοι τῇ Λακεδαιμονίων οὔτε μὴν ἄλλως αἱρετὴν οὔτε ζηλωτὴν ἀποδοκιμάζομεν ἐκ τῆς προειρημένης συγκρίσεως. 6.47.7

Καὶ μὴν οὐδὲ τὴν Πλάτωνος πολιτείαν δίκαιον παρεισαγαγεῖν, ἐπειδὴ καὶ ταύτην τινὲς τῶν φιλοσόφων ἐξυμνοῦσιν. 6.47.8 ὥσπερ γὰρ οὐδὲ τῶν τεχνιτῶν τῶν ἀθλητῶν τούς γε μὴ νενεμημένους σεσωμασκηκότας παρίεμεν εἰς τοὺς ἀθλητικοὺς ἀγῶνας, οὕτως οὐδὲ ταύτην χρὴ παρεισαγαγεῖν εἰς τὴν τῶν πρωτείων ἅμιλλαν, ἐὰν μὴ πρότερον ἐπιδείξηταί τι τῶν ἑαυτῆς ἔργων ἀληθινῶς. 6.47.9 μέχρι δὲ τοῦ νῦν παραπλήσιος ἂν περὶ αὐτῆς φανείη λόγος, ἀγομένης εἰς σύγκρισιν πρὸς τὴν Σπαρτιατῶν καὶ Ῥωμαίων καὶ Καρχηδονίων πολιτείαν, ὡς ἂν εἰ τῶν ἀγαλμάτων τις ἓν προθέμενος τοῦτο συγκρίνοι τοῖς ζῶσι καὶ πεπνυμένοις ἀνδράσι. 6.47.10 καὶ γὰρ ἂν ὅλως ἐπαινετὸν ὑπάρχῃ κατὰ τὴν τέχνην, τήν γε σύγκρισιν τῶν ἀψύχων τοῖς ἐμψύχοις ἐνδεῆ καὶ τελείως ἀπεμφαίνουσαν εἰκὸς προσπίπτειν τοῖς θεωμένοις.

6.48.1

Διόπερ ἀφέμενοι τούτων ἐπὶ τὴν Λακωνικὴν ἐπάνιμεν πολιτείαν. 6.48.2 δοκεῖ δή μοι Λυκοῦργος πρὸς μὲν τὸ σφίσιν ὁμονοεῖν τοὺς πολίτας καὶ πρὸς τὸ τὴν Λακωνικὴν τηρεῖν ἀσφαλῶς, ἔτι δὲ τὴν ἐλευθερίαν διαφυλάττειν τῇ Σπάρτῃ βεβαίως, οὕτως νενομοθετηκέναι καὶ προνενοῆσθαι καλῶς ὥστε θειοτέραν τὴν ἐπίνοιαν κατʼ ἄνθρωπον αὐτοῦ νομίζειν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 6.47.1 Polyb. 6.47.9 (English) >>Polyb. 6.48.5

Powered by PhiloLogic