Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 6.47.9 Polyb. 6.48.6 (English) >>Polyb. 6.49.3

6.48.3 μὲν γὰρ περὶ τὰς κτήσεις ἰσότης καὶ περὶ τὴν δίαιταν ἀφέλεια καὶ κοινότης σώφρονας μὲν ἔμελλε τοὺς κατʼ ἰδίαν βίους παρασκευάζειν, ἀστασίαστον δὲ τὴν κοινὴν παρέξεσθαι πολιτείαν, δὲ πρὸς τοὺς πόνους καὶ πρὸς τὰ δεινὰ τῶν ἔργων ἄσκησις ἀλκίμους καὶ γενναίους ἀποτελέσειν ἄνδρας. 6.48.4 ἑκατέρων δὲ τούτων ὁμοῦ συνδραμόντων εἰς μίαν ψυχὴν πόλιν, ἀνδρείας καὶ σωφροσύνης, οὔτʼ ἐξ αὐτῶν φῦναι κακίαν εὐμαρὲς οὔθʼ ὑπὸ τῶν πέλας χειρωθῆναι ῥᾴδιον. 6.48.5 διόπερ οὕτως καὶ διὰ τούτων συστησάμενος τὴν πολιτείαν, βεβαίαν μὲν τῇ συμπάσῃ Λακωνικῇ παρεσκεύασε τὴν ἀσφάλειαν, πολυχρόνιον δὲ τοῖς Σπαρτιάταις αὐτοῖς ἀπέλιπε τὴν ἐλευθερίαν. 6.48.6 πρὸς μέντοι γε τὴν τῶν πέλας κατάκτησιν καὶ πρὸς ἡγεμονίαν καὶ καθόλου πρὸς πραγμάτων ἀμφισβήτησιν οὔτʼ ἐν τοῖς κατὰ μέρος οὔτʼ ἐν τοῖς ὅλοις δοκεῖ μοι προνοηθῆναι καθάπαξ οὐδέν. 6.48.7 λοιπὸν ἦν τοιαύτην τινὰ παρεισαγαγεῖν δεῖ τοῖς πολίταις ἀνάγκην πρόθεσιν, διʼ ἧς ὥσπερ καὶ περὶ τοὺς κατʼ ἰδίαν βίους αὐτάρκεις αὐτοὺς παρεσκεύασε καὶ λιτούς, οὕτως καὶ τὸ κοινὸν ἔθος τῆς πόλεως αὔταρκες ἔμελλε γίνεσθαι καὶ σῶφρον. 6.48.8 νῦν δʼ ἀφιλοτιμοτάτους καὶ νουνεχεστάτους ποιήσας περί τε τοὺς ἰδίους βίου, καὶ τὰ τῆς σφετέρας πόλεως νόμιμα, πρὸς τοὺς ἄλλους Ἕλληνας φιλοτιμοτάτους καὶ φιλαρχοτάτους καὶ πλεονεκτικωτάτους ἀπέλιπε.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 6.47.9 Polyb. 6.48.6 (English) >>Polyb. 6.49.3

Powered by PhiloLogic