Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 6.49.3 Polyb. 6.50.1 (English) >>Polyb. 6.51.1

6.49.8 ἐπεὶ δὲ στόλους μὲν ἐπεβάλλοντο κατὰ θάλατταν ἐκπέμπειν, στρατεύειν δὲ πεζικοῖς στρατοπέδοις ἔξω Πελοποννήσου, δῆλον ὡς οὔτε τὸ νόμισμα τὸ σιδηροῦν οὔθʼ τῶν ἐπετείων καρπῶν ἀλλαγὴ πρὸς τὰ λείποντα τῆς χρείας ἔμελλεν αὐτοῖς ἐξαρκεῖν κατὰ τὴν Λυκούργου νομοθεσίαν· 6.49.9 προσεδεῖτο γὰρ τὰ πράγματα κοινοῦ νομίσματος καὶ ξενικῆς παρασκευῆς. 6.49.10 ὅθεν ἠναγκάσθησαν ἐπὶ θύρας μὲν πορεύεσθαι τὰς Περσῶν, φόρους δὲ τοῖς νησιώταις ἐπιτάττειν, ἀργυρολογεῖν δὲ πάντας τοὺς Ἕλληνας, γνόντες ὡς οὐχ οἷόν τε κατὰ τὴν Λυκούργου νομοθεσίαν οὐχ ὅτι τῆς τῶν Ἑλλήνων ἡγεμονίας, ἀλλʼ οὐδὲ πραγμάτων ἀντιποιεῖσθαι τὸ παράπαν.

6.50.1

Τίνος οὖν χάριν εἰς ταῦτα παρεξέβην; ἵνα γένηται διʼ αὐτῶν τῶν πραγμάτων συμφανὲς ὅτι πρὸς μὲν τὸ τὰ σφέτερα βεβαίως διαφυλάττειν καὶ πρὸς τὸ τὴν ἐλευθερίαν τηρεῖν αὐτάρκης ἐστὶν Λυκούργου νομοθεσία, 6.50.2 καὶ τοῖς γε τοῦτο τὸ τέλος ἀποδεχομένοις τῆς πολιτείας συγχωρητέον ὡς οὔτʼ ἔστιν οὔτε γέγονεν οὐδὲν αἱρετώτερον τοῦ Λακωνικοῦ καταστήματος καὶ συντάγματος. 6.50.3 εἰ δέ τις μειζόνων ἐφίεται, κἀκείνου κάλλιον καὶ σεμνότερον εἶναι νομίζει τὸ πολλῶν μὲν ἡγεῖσθαι, πολλῶν δʼ ἐπικρατεῖν καὶ δεσπόζειν, πάντας δʼ εἰς αὐτὸν ἀποβλέπειν καὶ νεύειν πρὸς αὐτόν, 6.50.4 τῇδέ πῃ συγχωρητέον τὸ μὲν Λακωνικὸν ἐνδεὲς εἶναι πολίτευμα, τὸ δὲ Ῥωμαίων διαφέρειν καὶ δυναμικωτέραν ἔχειν τὴν σύστασιν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 6.49.3 Polyb. 6.50.1 (English) >>Polyb. 6.51.1

Powered by PhiloLogic