Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 6.49.8 Polyb. 6.50.4 (English) >>Polyb. 6.51.5

6.50.1

Τίνος οὖν χάριν εἰς ταῦτα παρεξέβην; ἵνα γένηται διʼ αὐτῶν τῶν πραγμάτων συμφανὲς ὅτι πρὸς μὲν τὸ τὰ σφέτερα βεβαίως διαφυλάττειν καὶ πρὸς τὸ τὴν ἐλευθερίαν τηρεῖν αὐτάρκης ἐστὶν Λυκούργου νομοθεσία, 6.50.2 καὶ τοῖς γε τοῦτο τὸ τέλος ἀποδεχομένοις τῆς πολιτείας συγχωρητέον ὡς οὔτʼ ἔστιν οὔτε γέγονεν οὐδὲν αἱρετώτερον τοῦ Λακωνικοῦ καταστήματος καὶ συντάγματος. 6.50.3 εἰ δέ τις μειζόνων ἐφίεται, κἀκείνου κάλλιον καὶ σεμνότερον εἶναι νομίζει τὸ πολλῶν μὲν ἡγεῖσθαι, πολλῶν δʼ ἐπικρατεῖν καὶ δεσπόζειν, πάντας δʼ εἰς αὐτὸν ἀποβλέπειν καὶ νεύειν πρὸς αὐτόν, 6.50.4 τῇδέ πῃ συγχωρητέον τὸ μὲν Λακωνικὸν ἐνδεὲς εἶναι πολίτευμα, τὸ δὲ Ῥωμαίων διαφέρειν καὶ δυναμικωτέραν ἔχειν τὴν σύστασιν. 6.50.5 δῆλον δὲ τοῦτʼ ἐξ αὐτῶν γέγονε τῶν πραγμάτων. Λακεδαιμόνιοι μὲν γὰρ ὁρμήσαντες ἐπὶ τὸ κατακτᾶσθαι τὴν τῶν Ἑλλήνων ἡγεμονίαν, ταχέως ἐκινδύνευσαν καὶ περὶ τῆς σφετέρας ἐλευθερίας· 6.50.6 Ῥωμαῖοι δὲ τῆς Ἰταλιωτῶν αὐτῶν ἐπιλαβόμενοι δυναστείας, ἐν ὀλίγῳ χρόνῳ πᾶσαν ὑφʼ ἑαυτοὺς ἐποιήσαντο τὴν οἰκουμένην, οὐ μικρὰ πρὸς τὸ καθικέσθαι τῆς πράξεως ταύτης συμβαλλομένης αὐτοῖς τῆς εὐπορίας καὶ τῆς ἑτοιμότητος τῆς κατὰ τὰς χορηγίας.

6.51.1

Τὸ δὲ Καρχηδονίων πολίτευμα τὸ μὲν ἀνέκαθέν μοι δοκεῖ καλῶς κατά γε τὰς ὁλοσχερεῖς διαφορὰς συνεστάσθαι.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 6.49.8 Polyb. 6.50.4 (English) >>Polyb. 6.51.5

Powered by PhiloLogic