Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 6.57.5 Polyb. 6.58.1 (English) >>Polyb. 6.58.7

6.57.9 οὗ γενομένου τῶν μὲν ὀνομάτων τὸ κάλλιστον πολιτεία μεταλήψεται, τὴν ἐλευθερίαν καὶ δημοκρατίαν, τῶν δὲ πραγμάτων τὸ χείριστον, τὴν ὀχλοκρατίαν. 6.57.10

Ἡμεῖς δʼ ἐπειδὴ τήν τε σύστασιν καὶ τὴν αὔξησιν τῆς πολιτείας, ἔτι δὲ τὴν ἀκμὴν καὶ τὴν διάθεσιν, πρὸς δὲ τούτοις τὴν διαφορὰν πρὸς τὰς ἄλλας τοῦ τε χείρονος ἐν αὐτῇ καὶ βελτίονος διεληλύθαμεν, τὸν μὲν περὶ τῆς πολιτείας λόγον ὧδέ πῃ καταστρέφομεν.

6.58.1

Τῶν δὲ συναπτόντων μερῶν τῆς ἱστορίας τοῖς καιροῖς, ἀφʼ ὧν παρεξέβημεν, παραλαβόντες ἐπὶ βραχὺ μιᾶς πράξεως ποιησόμεθα κεφαλαιώδη μνήμην, ἵνα μὴ τῷ λόγῳ μόνον ἀλλὰ καὶ τοῖς πράγμασιν, ὥσπερ ἀγαθοῦ τεχνίτου δεῖγμα τῶν ἔργων ἕν τι προενεγκάμενοι, φανερὰν ποιήσωμεν τῆς πολιτείας τὴν ἀκμὴν καὶ δύναμιν, οἵα τις ἦν κατʼ ἐκείνους τοὺς χρόνους. 6.58.2 Ἀννίβας γὰρ ἐπειδὴ τῇ περὶ Κάνναν μάχῃ περιγενόμενος Ῥωμαίων ἐγκρατὴς ἐγένετο τῶν τὸν χάρακα φυλαττόντων ὀκτακισχιλίων, ζωγρήσας ἅπαντας συνεχώρησε διαπέμπεσθαι σφίσι πρὸς τοὺς ἐν οἴκῳ περὶ λύτρων καὶ σωτηρίας. 6.58.3 τῶν δὲ προχειρισαμένων δέκα τοὺς ἐπιφανεστάτους, ὁρκίσας μὴν ἐπανήξειν πρὸς αὐτόν, ἐξέπεμψε τούτους. 6.58.4 εἷς δὲ τῶν προχειρισθέντων ἐκπορευόμενος ἐκ τοῦ χάρακος ἤδη, καί τι φήσας ἐπιλελῆσθαι, πάλιν ἀνέκαμψε, καὶ λαβὼν τὸ καταλειφθὲν αὖθις ἀπελύετο, νομίζων διὰ τῆς ἀναχωρήσεως τετηρηκέναι τὴν πίστιν καὶ λελυκέναι τὸν ὅρκον.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 6.57.5 Polyb. 6.58.1 (English) >>Polyb. 6.58.7

Powered by PhiloLogic