Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 6.57.9 Polyb. 6.58.5 (English) >>Polyb. 6.58.11

6.58.2 Ἀννίβας γὰρ ἐπειδὴ τῇ περὶ Κάνναν μάχῃ περιγενόμενος Ῥωμαίων ἐγκρατὴς ἐγένετο τῶν τὸν χάρακα φυλαττόντων ὀκτακισχιλίων, ζωγρήσας ἅπαντας συνεχώρησε διαπέμπεσθαι σφίσι πρὸς τοὺς ἐν οἴκῳ περὶ λύτρων καὶ σωτηρίας. 6.58.3 τῶν δὲ προχειρισαμένων δέκα τοὺς ἐπιφανεστάτους, ὁρκίσας μὴν ἐπανήξειν πρὸς αὐτόν, ἐξέπεμψε τούτους. 6.58.4 εἷς δὲ τῶν προχειρισθέντων ἐκπορευόμενος ἐκ τοῦ χάρακος ἤδη, καί τι φήσας ἐπιλελῆσθαι, πάλιν ἀνέκαμψε, καὶ λαβὼν τὸ καταλειφθὲν αὖθις ἀπελύετο, νομίζων διὰ τῆς ἀναχωρήσεως τετηρηκέναι τὴν πίστιν καὶ λελυκέναι τὸν ὅρκον. 6.58.5 ὧν παραγενομένων εἰς τὴν Ῥώμην, καὶ δεομένων καὶ παρακαλούντων τὴν σύγκλητον μὴ φθονῆσαι τοῖς ἑαλωκόσι τῆς σωτηρίας, ἀλλʼ ἐᾶσαι τρεῖς μνᾶς ἕκαστον καταβαλόντα σωθῆναι πρὸς τοὺς ἀναγκαίους· τοῦτο γὰρ συγχωρεῖν ἔφασαν τὸν Ἀννίβαν· 6.58.6 εἶναι δʼ ἀξίους σωτηρίας αὑτούς· οὔτε γὰρ ἀποδεδειλιακέναι κατὰ τὴν μάχην οὔτʼ ἀνάξιον οὐδὲν πεποιηκέναι τῆς Ῥώμης, ἀλλʼ ἀπολειφθέντας τὸν χάρακα τηρεῖν, πάντων ἀπολομένων τῶν ἄλλων ἐν τῇ μάχῃ τῷ καιρῷ περιληφθέντας ὑποχειρίους γενέσθαι τοῖς πολεμίοις. 6.58.7 Ῥωμαῖοι δὲ μεγάλοις κατὰ τὰς μάχας περιπεπτωκότες ἐλαττώμασι, πάντων δʼ ὡς ἔπος εἰπεῖν ἐστερημένοι τότε τῶν συμμάχων, ὅσον οὔπω δὲ προσδοκῶντες τὸν περὶ τῆς πατρίδος αὐτοῖς ἐκφέρεσθαι κίνδυνον,


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 6.57.9 Polyb. 6.58.5 (English) >>Polyb. 6.58.11

Powered by PhiloLogic