Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 7.11.10 Polyb. 7.12.2 (English) >>Polyb. 7.12.10

7.12.1

Ὅτι Φιλίππου τοῦ βασιλέως Μακεδόνων τὴν τῶν Μεσσηνίων ἀκρόπολιν κατασχεῖν βουλομένου, καὶ φήσαντος βούλεσθαι πρὸς τοὺς προεστῶτας τῆς πόλεως θεάσασθαι τὴν ἀκρόπολιν καὶ θῦσαι τῷ Διί, ἀναβάντος μετὰ τῆς θεραπείας καὶ θύοντος, μετὰ ταῦτα κατὰ τὸν ἐθισμὸν ἐκ τῶν τυθέντων ἱερείων προσενεχθέντων αὐτῷ τῶν σπλάγχνων, δεξάμενος εἰς τὰς χεῖρας καὶ βραχὺ διακλίνας, ἤρετο προτείνων τοῖς περὶ τὸν Ἄρατον τί δοκεῖ τὰ ἱερὰ σημαίνειν, πότερον ἐκχωρεῖν τῆς ἄκρας κρατεῖν αὐτῆς. 7.12.2 μὲν οὖν Δημήτριος αὐτόθεν ἐκ τοῦ προβεβηκότος εἰ μὲν μάντεως φρένας ἔχεις ἔφη ἐκχωρεῖν τὴν ταχίστην· εἰ δὲ βασιλέως πραγματικοῦ, τηρεῖν αὐτήν, ἵνα μὴ νῦν ἀφεὶς ζητῇς ἕτερον ἐπιτηδειότερον καιρόν· 7.12.3 οὕτως γὰρ ἑκατέρων τῶν κεράτων κρατῶν μόνως ἂν ὑποχείριον ἔχοις τὸν βοῦν, αἰνιττόμενος τὰ μὲν κέρατα τὸν Ἰθωμάταν καὶ τὸν Ἀκροκόρινθον, τὴν δὲ Πελοπόννησον τὸν βοῦν. 7.12.4 δὲ Φίλιππος ἐπιστρέψας πρὸς τὸν Ἄρατον σὺ δὲ ταὐτὰ συμβουλεύεις; ἔφη. τοῦ δʼ ἐπισχόντος, αὐτὸ λέγειν ἠξίου τὸ φαινόμενον. 7.12.5 δὲ διαπορήσας εἰ μὲν χωρίς ἔφη τοῦ παρασπονδῆσαι Μεσσηνίους δύνῃ κρατεῖν τοῦ τόπου τούτου, συμβουλεύω κρατεῖν· 7.12.6 εἰ δὲ τοῦτον καταλαβὼν φρουρᾷ, πάσας ἀπολλύναι μέλλεις τὰς ἀκροπόλεις καὶ τὴν φρουράν, παρέλαβες παρʼ Ἀντιγόνου φρουρουμένους τοὺς συμμάχους



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 7.11.10 Polyb. 7.12.2 (English) >>Polyb. 7.12.10

Powered by PhiloLogic