Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 7.11.10 Polyb. 7.12.5 (English) >>Polyb. 7.13.2

7.12.2 μὲν οὖν Δημήτριος αὐτόθεν ἐκ τοῦ προβεβηκότος εἰ μὲν μάντεως φρένας ἔχεις ἔφη ἐκχωρεῖν τὴν ταχίστην· εἰ δὲ βασιλέως πραγματικοῦ, τηρεῖν αὐτήν, ἵνα μὴ νῦν ἀφεὶς ζητῇς ἕτερον ἐπιτηδειότερον καιρόν· 7.12.3 οὕτως γὰρ ἑκατέρων τῶν κεράτων κρατῶν μόνως ἂν ὑποχείριον ἔχοις τὸν βοῦν, αἰνιττόμενος τὰ μὲν κέρατα τὸν Ἰθωμάταν καὶ τὸν Ἀκροκόρινθον, τὴν δὲ Πελοπόννησον τὸν βοῦν. 7.12.4 δὲ Φίλιππος ἐπιστρέψας πρὸς τὸν Ἄρατον σὺ δὲ ταὐτὰ συμβουλεύεις; ἔφη. τοῦ δʼ ἐπισχόντος, αὐτὸ λέγειν ἠξίου τὸ φαινόμενον. 7.12.5 δὲ διαπορήσας εἰ μὲν χωρίς ἔφη τοῦ παρασπονδῆσαι Μεσσηνίους δύνῃ κρατεῖν τοῦ τόπου τούτου, συμβουλεύω κρατεῖν· 7.12.6 εἰ δὲ τοῦτον καταλαβὼν φρουρᾷ, πάσας ἀπολλύναι μέλλεις τὰς ἀκροπόλεις καὶ τὴν φρουράν, παρέλαβες παρʼ Ἀντιγόνου φρουρουμένους τοὺς συμμάχους 7.12.7 , λέγων τὴν πίστιν, σκόπει μὴ καὶ νῦν κρεῖττον τοὺς ἄνδρας ἐξαγαγόντα τὴν πίστιν αὐτοῦ καταλιπεῖν, καὶ ταύτῃ φρουρεῖν τοὺς Μεσσηνίους, ὁμοίως δὲ καὶ τοὺς λοιποὺς συμμάχους. 7.12.8 Φίλιππος κατὰ μὲν τὴν ἰδίαν ὁρμὴν ἕτοιμος ἦν παρασπονδεῖν, ὡς ἐκ τῶν ὕστερον πραχθέντων ἐγένετο καταφανής, 7.12.9 ἐπιτετιμημένος δὲ μικρῷ μὲν πρότερον ὑπὸ τοῦ νεωτέρου πικρῶς ἐπὶ τῇ τῶν ἀνδρῶν ἀπωλείᾳ, τότε δὲ μετὰ παρρησίας ἅμα καὶ μετʼ ἀξιώσεως λέγοντος τοῦ πρεσβυτέρου καὶ δεομένου μὴ παρακοῦσαι τῶν λεγομένων, ἐνετράπη.


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 7.11.10 Polyb. 7.12.5 (English) >>Polyb. 7.13.2

Powered by PhiloLogic