Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 7.2.3 Polyb. 7.3.3 (English) >>Polyb. 7.4.2

7.3.1

Κατὰ δὲ τὸν καιρὸν τοῦτον τεταγμένος ἐπὶ Λιλυβαίου στρατηγὸς τῶν Ῥωμαίων ταῦτα πυνθανόμενος ἔπεμψε πρὸς Ἱερώνυμον πρέσβεις τοὺς ἀνανεωσομένους τὰς πρὸς τοὺς προγόνους αὐτοῦ συντεθειμένας συνθήκας. 7.3.2 δʼ Ἱερώνυμος ἔτʼ ἐγγὺς ἐπόντων τῶν πρεσβευτῶν εἴτʼ ἐν μισειόντων τῶν Καρχηδονίων, ἔφη συλλυπεῖσθαι τοῖς Ῥωμαίοις ὅτι κακοὶ κακῶς ἐν ταῖς κατὰ τὴν Ἰταλίαν μάχαις ἀπολώλασιν ὑπὸ Καρχηδονίων. 7.3.3 τῶν δὲ καταπλαγέντων τὴν ἀστοχίαν, ὅμως δὲ προσπυθομένων τίς λέγει ταῦτα περὶ αὐτῶν, ἔδειξε τοὺς Καρχηδονίους παρόντας, καὶ τούτους ἐκέλευσε διελέγχειν, εἴ τι τυγχάνουσι ψευδόμενοι. 7.3.4 τῶν δὲ φησάντων οὐ πάτριον εἶναι σφίσι πιστεύειν τοῖς πολεμίοις, παρακαλούντων δὲ μηδὲν ποιεῖν παρὰ τὰς συνθήκας, ὅτι τοῦτο καὶ δίκαιόν ἐστι καὶ συμφέρον αὐτῷ μάλιστʼ ἐκείνῳ, περὶ μὲν τούτων. ἔφη βουλευσάμενος αὐτοῖς πάλιν διασαφήσειν, 7.3.5 ἤρετο δὲ πῶς πρὸ τῆς τελευτῆς τοῦ πάππου πλεύσαντες ἕως τοῦ Παχύνου πεντήκοντα ναυσὶ πάλιν ἀνακάμψαιεν. 7.3.6 συμβεβήκει δὲ Ῥωμαίους βραχεῖ χρόνῳ πρότερον ἀκούσαντας Ἱέρωνα μετηλλαχέναι, καὶ διαγωνιάσαντας μή τι νεωτερίσωσιν ἐν ταῖς Συρακούσαις καταφρονήσαντες τῆς τοῦ καταλελειμμένου παιδὸς ἡλικίας, πεποιῆσθαι τὸν ἐπίπλουν, πυθομένους δὲ τὸν Ἱέρωνα ζῆν αὖθις εἰς τὸ Λιλύβαιον ἀναδραμεῖν. 7.3.7 διὸ καὶ τότε παρομολογούντων πεποιῆσθαι μὲν τὸν ἐπίπλουν, θέλοντας ἐφεδρεῦσαι τῇ νεότητι τῇ ʼκείνου καὶ συνδιαφυλάξαι τὴν ἀρχὴν αὐτῷ, προσπεσόντος δὲ ζῆν τὸν πάππον, ἀποπλεῦσαι πάλιν,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 7.2.3 Polyb. 7.3.3 (English) >>Polyb. 7.4.2

Powered by PhiloLogic