Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 7.5.4 Polyb. 7.6.3 (English) >>Polyb. 7.7.5

7.5.8 οἱ μὲν οὖν πρεσβευταὶ καὶ τὸ συνέδριον ἐπὶ τούτοις ἐχωρίσθησαν· οἱ δὲ περὶ τὸν Ἱερώνυμον ἀπὸ τούτων τῶν καιρῶν ἐνήργουν τὰ τοῦ πολέμου, καὶ τάς τε δυνάμεις ἥθροιζον καὶ καθώπλιζον τάς τε λοιπὰς χορηγίας ἡτοίμαζον. Exc. De legat. p. 1.

7.6.1

γὰρ τῶν Λεοντίνων πόλις τῷ μὲν ὅλῳ κλίματι τέτραπται πρὸς τὰς ἄρκτους, 7.6.2 ἔστι δὲ διὰ μέσης αὐτῆς αὐλὼν ἐπίπεδος, ἐν συμβαίνει τάς τε τῶν ἀρχείων καὶ δικαστηρίων κατασκευὰς καὶ καθόλου τὴν ἀγορὰν ὑπάρχειν. 7.6.3 τοῦ δʼ αὐλῶνος παρʼ ἑκατέραν τὴν πλευρὰν παρήκει λόφος, ἔχων ἀπορρῶγα συνεχῆ· τὰ δʼ ἐπίπεδα τῶν λόφων τούτων ὑπὲρ τὰς ὀφρῦς οἰκιῶν ἐστι πλήρη καὶ ναῶν. 7.6.4 δύο δʼ ἔχει πυλῶνας πόλις, ὧν μὲν ἐπὶ τοῦ πρὸς μεσημβρίαν πέρατός ἐστιν οὗ προεῖπον αὐλῶνος, φέρων ἐπὶ Συρακούσας, δʼ ἕτερος ἐπὶ τοῦ πρὸς ἄρκτους, ἄγων ἐπὶ τὰ Λεοντῖνα καλούμενα πεδία καὶ τὴν γεωργήσιμον χώραν. 7.6.5 ὑπὸ δὲ τὴν μίαν ἀπορρῶγα, τὴν πρὸς τὰς δύσεις, παραρρεῖ ποταμός, ὃν καλοῦσι Λίσσον. 7.6.6 τούτῳ δὲ κεῖνται παράλληλοι καὶ πλείους ὑπʼ αὐτὸν τὸν κρημνὸν οἰκίαι συνεχεῖς, ὧν μεταξὺ καὶ τοῦ ποταμοῦ συμβαίνει τὴν προειρημένην ὁδὸν ὑπάρχειν. Cod. Urb. fol. 96 exc. ant. p. 193.

7.7.1

Ὅτι τινὲς τῶν λογογράφων τῶν ὑπὲρ τῆς καταστροφῆς τοῦ Ἱερωνύμου γεγραφότων πολύν τινα πεποίηνται λόγον καὶ πολλήν τινα διατέθεινται τερατείαν, ἐξηγούμενοι μὲν τὰ πρὸ τῆς ἀρχῆς αὐτοῖς γενόμενα σημεῖα καὶ τὰς ἀτυχίας τὰς Συρακοσίων,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 7.5.4 Polyb. 7.6.3 (English) >>Polyb. 7.7.5

Powered by PhiloLogic