Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 7.9.8 Polyb. 7.9.17 (English) >>Polyb. 7.11.2

7.9.13 ἐφʼ ᾧτε μὴ ἐξεῖναι αὐτοῖς ἄρασθαι πρὸς ὑμᾶς μηδέποτε πόλεμον, μηδʼ εἶναι Ῥωμαίους κυρίους Κερκυραίων μηδʼ Ἀπολλωνιατῶν καὶ Ἐπιδαμνίων μηδὲ Φάρου μηδὲ Διμάλης καὶ Παρθίνων μηδʼ Ἀτιντανίας. 7.9.14 ἀποδώσουσι δὲ καὶ Δημητρίῳ τῷ Φαρίῳ τοὺς οἰκείους πάντας, οἵ εἰσιν ἐν τῷ κοινῷ τῶν Ῥωμαίων. 7.9.15 ἐὰν δὲ αἴρωνται Ῥωμαῖοι πρὸς ὑμᾶς πόλεμον πρὸς ἡμᾶς, βοηθήσομεν ἀλλήλοις εἰς τὸν πόλεμον, καθὼς ἂν ἑκατέροις χρεία. 7.9.16 ὁμοίως δὲ καὶ ἐάν τινες ἄλλοι χωρὶς βασιλέων καὶ πόλεων καὶ ἐθνῶν, πρὸς ἡμῖν εἰσιν ὅρκοι καὶ φιλίαι. 7.9.17 ἐὰν δὲ δοκῇ ἡμῖν ἀφελεῖν προσθεῖναι πρὸς τόνδε τὸν ὅρκον, ἀφελοῦμεν προσθήσομεν ὡς ἂν ἡμῖν δοκῇ ἀμφοτέροις. Cod. Urb. fol. 96 exc. ant. p. 193.

7.10.1

Οὔσης δημοκρατίας παρὰ τοῖς Μεσσηνίοις, καὶ τῶν μὲν ἀξιολόγων ἀνδρῶν πεφυγαδευμένων, τῶν δὲ κατακεκληρουχημένων τὰς τούτων οὐσίας ἐπικρατούντων τῆς πολιτείας, δυσχερῶς ὑπέφερον τὴν τούτων ἰσηγορίαν οἱ μένοντες τῶν ἀρχαίων πολιτῶν. Suidas v. Ἰσηγορεῖ. 7.10.2

Ὅτι Γόργος Μεσσήνιος οὐδενὸς ἦν δεύτερος Μεσσηνίων πλούτῳ καὶ γένει, διὰ δὲ τὴν ἄθλησιν κατὰ τὴν ἀκμὴν πάντων ἐνδοξότατος ἐγεγόνει τῶν περὶ τοὺς γυμνικοὺς ἀγῶνας φιλοστεφανούντων. 7.10.3 καὶ γὰρ κατὰ τὴν ἐπιφάνειαν καὶ κατὰ τὴν τοῦ λοιποῦ βίου προστασίαν, ἔτι δὲ κατὰ τὸ πλῆθος τῶν στεφάνων, οὐδενὸς ἐλείπετο τῶν καθʼ αὑτόν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 7.9.8 Polyb. 7.9.17 (English) >>Polyb. 7.11.2

Powered by PhiloLogic