Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 8.11.1 Polyb. 8.11.6 (English) >>Polyb. 8.12.5

8.11.4 καίτοι γε πολλῷ σεμνότερον ἦν καὶ δικαιότερον ἐν τῇ περὶ τῆς Ἑλλάδος ὑποθέσει τὰ πεπραγμένα Φιλίππῳ συμπεριλαβεῖν ἤπερ ἐν τῇ Φιλίππου τὰ τῆς Ἑλλάδος. οὐδὲ γὰρ προκαταληφθεὶς ὑπὸ βασιλικῆς δυναστείας, 8.11.5 καὶ τυχὼν ἐξουσίας, οὐδεὶς ἂν ἐπέσχε σὺν καιρῷ ποιήσασθαι μετάβασιν ἐπὶ τὸ τῆς Ἑλλάδος ὄνομα καὶ πρόσωπον· ἀπὸ δὲ ταύτης ἀρξάμενος καὶ προβὰς ἐπὶ ποσὸν οὐδʼ ὅλως οὐδεὶς ἂν ἠλλάξατο μονάρχου πρόσχημα καὶ βίον, ἀκεραίῳ χρώμενος γνώμῃ. 8.11.6 καὶ τί δήποτʼ ἦν τὸ τὰς τηλικαύτας ἐναντιώσεις βιασάμενον παριδεῖν Θεόπομπον; εἰ μὴ νὴ Δίʼ ὅτι ἐκείνης μὲν τῆς ὑποθέσεως τέλος ἦν τὸ καλόν, τῆς δὲ κατὰ Φίλιππον τὸ συμφέρον. 8.11.7 οὐ μὴν ἀλλὰ πρὸς μὲν ταύτην τὴν ἁμαρτίαν, καθὸ μετέβαλε τὴν ὑπόθεσιν, ἴσως ἂν εἶχέ τι λέγειν, εἴ τις αὐτὸν ἤρετο περὶ τούτων· 8.11.8 πρὸς δὲ τὴν κατὰ τῶν φίλων αἰσχρολογίαν οὐκ ἂν οἶμαι δυνηθῆναι λόγον αὐτὸν ἀποδοῦναι, συγχωρῆσαι δὲ διότι πολύ τι παρέπεσε τοῦ καθήκοντος. Exc. Peir. p. 18; 9, 6 — 9, 13 οὐδʼ ὁποίους Athen. IV, 62 p. 167b; VI, 77 p. 260d; 9, 9 τί γὰροὐκ ἀπῆν Cod. Urb. fol. 107 margo.

8.12.1

Φίλιππος δὲ τοὺς μὲν Μεσσηνίους πολεμίους γεγονότας οὐδὲν ἄξιον ἠδυνήθη λόγου βλάψαι, καίπερ ἐπιβαλόμενος κακοποιεῖν αὐτῶν τὴν χώραν, εἰς δὲ τοὺς ἀναγκαιοτάτους τῶν φίλων τὴν μεγίστην ἀσέλγειαν ἐναπεδείξατο.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 8.11.1 Polyb. 8.11.6 (English) >>Polyb. 8.12.5

Powered by PhiloLogic