Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 8.12.4 Polyb. 8.13.3 (English) >>Polyb. 8.13.7

8.12.8 καὶ γὰρ θυσίας αὐτῷ καὶ τιμὰς ἡρωικὰς ἐψηφίσαντο, καὶ συλλήβδην ὅσα πρὸς αἰώνιον ἀνήκει μνήμην, ὥστʼ εἴπερ καὶ περὶ τοὺς ἀποιχομένους ἔστι τις αἴσθησις, εἰκὸς εὐδοκεῖν αὐτὸν καὶ τῇ τῶν Ἀχαιῶν εὐχαριστίᾳ καὶ ταῖς ἐν τῷ ζῆν κακοπραγίαις καὶ κινδύνοις. Cod. Urb. fol. 106 extr. exc. ant. p. 198; Φίλιππος δὲ7 τῶν Ἀχαιῶν habet cod. Peir. ab antecedentibus non seiuncta.

8.13.1

Πάλαι δὲ τῇ διανοίᾳ περὶ τὸν Λίσσον καὶ τὸν Ἀκρόλισσον ὤν, καὶ σπουδάζων ἐγκρατὴς γενέσθαι τῶν τόπων τούτων, ὥρμησε μετὰ τῆς δυνάμεως· ποιησάμενος δὲ τὴν πορείαν ἐπὶ δύʼ ἡμέρας, 8.13.2 καὶ διελθὼν τὰ στενά, κατέζευξε παρὰ τὸν Ἀρδάξανον ποταμόν, οὐ μακρὰν τῆς πόλεως. 8.13.3 θεωρῶν δὲ τόν τε τοῦ Λίσσου περίβολον καὶ τὰ πρὸς τῇ θαλάττῃ καὶ τὰ πρὸς τὴν μεσόγαιον ἠσφαλισμένον διαφερόντως καὶ φύσει καὶ κατασκευῇ, τόν τε παρακείμενον Ἀκρόλισσον αὐτῷ καὶ διὰ τὴν εἰς ὕψος ἀνάτασιν καὶ διὰ τὴν ἄλλην ἐρυμνότητα τοιαύτην ἔχοντα φαντασίαν ὥστε μηδʼ ἂν ἐλπίσαι μηδένα κατὰ κράτος ἑλεῖν, τῆς μὲν περὶ τοῦτον ἐλπίδος ἀπέστη τελέως, τῆς δὲ πόλεως οὐ λίαν ἀπήλπισε. 8.13.4 συνθεωρήσας δὲ τὸ μεταξὺ διάστημα τοῦ Λίσσου καὶ τοῦ κατὰ τὸν Ἀκρόλισσον πρόποδος σύμμετρον ὑπάρχον πρὸς τὴν ἐπιβολὴν τὴν κατὰ τῆς πόλεως, κατὰ τοῦτο διενοήθη συστησάμενος ἀκροβολισμὸν χρήσασθαι στρατηγήματι πρὸς τὸ παρὸν οἰκείῳ.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 8.12.4 Polyb. 8.13.3 (English) >>Polyb. 8.13.7

Powered by PhiloLogic