Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 8.14.10 Polyb. 8.15.5 (English) >>Polyb. 8.16.1

8.15.3 τότε μὲν οὖν διακούσας Βῶλις, καὶ φήσας ἐπισκέψασθαι περὶ τῶν εἰρημένων, ἐχωρίσθη· 8.15.4 δοὺς δὲ λόγον ἑαυτῷ, καὶ μετὰ δύʼ τρεῖς ἡμέρας προσελθὼν πρὸς τὸν Σωσίβιον, ἀνεδέξατο τὴν πρᾶξιν εἰς αὑτόν, φήσας καὶ γεγονέναι πλείω χρόνον ἐν ταῖς Σάρδεσι καὶ τῶν τόπων ἐμπειρεῖν, καὶ τὸν Καμβύλον τὸν ἡγεμόνα τῶν παρʼ Ἀντιόχῳ στρατευομένων Κρητῶν οὐ μόνον πολίτην, ἀλλὰ καὶ συγγενῆ καὶ φίλον ὑπάρχειν αὑτῷ. 8.15.5 συνέβαινε δὲ καὶ τὸν Καμβύλον καὶ τοὺς ὑπὸ τοῦτον ταττομένους Κρῆτας πεπιστεῦσθαί τι τῶν φυλακτηρίων τῶν κατὰ τοὺς ὄπισθε τόπους τῆς ἄκρας, οἵτινες κατασκευὴν μὲν οὐκ ἐπεδέχοντο, τῇ δὲ συνεχείᾳ τῶν ὑπὸ τὸν Καμβύλον τεταγμένων ἀνδρῶν ἐτηροῦντο. 8.15.6 τοῦ δὲ Σωσιβίου δεξαμένου τὴν ἐπίνοιαν, καὶ διειληφότος μὴ δυνατὸν εἶναι σωθῆναι τὸν Ἀχαιὸν ἐκ τῶν περιεστώτων, δυνατοῦ καθάπαξ ὑπάρχοντος διὰ μηδενὸς ἂν ἑτέρου γενέσθαι τοῦτο βέλτιον διὰ Βώλιδος, τοιαύτης δὲ συνδραμούσης καὶ περὶ τὸν Βῶλιν προθυμίας, ταχέως ἐλάμβανε τὸ πρᾶγμα προκοπήν. 8.15.7 τε γὰρ Σωσίβιος ἅμα μὲν προεδίδου τῶν χρημάτων εἰς τὸ μηδὲν ἐλλείπειν εἰς τὰς ἐπιβολάς, πολλὰ δʼ εὖ γενομένων ὑπισχνεῖτο δώσειν, 8.15.8 τὰς δὲ παρʼ αὐτοῦ τοῦ βασιλέως καὶ παρʼ Ἀχαιοῦ τοῦ σῳζομένου χάριτας ἐξ ὑπερβολῆς αὔξων εἰς μεγάλας ἐλπίδας ἦγε τὸν Βῶλιν·


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 8.14.10 Polyb. 8.15.5 (English) >>Polyb. 8.16.1

Powered by PhiloLogic