Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 8.16.4 Polyb. 8.17.1 (English) >>Polyb. 8.17.7

8.16.9 τούτων δὲ κυρωθέντων μὲν Καμβύλος ἀνεδέξατο χειριεῖν τὰ κατὰ τὸν Ἀντίοχον, δὲ Βῶλις ἐτάξατο μετά τινας ἡμέρας πέμψειν τὸν Ἀριανὸν πρὸς τὸν Ἀχαιόν, ἔχοντα παρά τε τοῦ Νικομάχου καὶ Μελαγκόμα συνθηματικὰ γράμματα. 8.16.10 περὶ δὲ τοῦ παρεισελθεῖν τὸν Ἀριανὸν εἰς τὴν ἄκραν ἀσφαλῶς καὶ πάλιν ἀπελθεῖν, ἐκεῖνον ἐκέλευε φροντίζειν. 8.16.11 ἐὰν δὲ προσδεξάμενος τὴν ἐπιβολὴν Ἀχαιὸς ἀντιφωνήσῃ τοῖς περὶ τὸν Νικόμαχον καὶ Μελαγκόμαν, οὕτως ἔφη δώσειν Βῶλις αὑτὸν εἰς τὴν χρείαν καὶ συμμίξειν τῷ Καμβύλῳ. 8.16.12 τῆς δὲ διατάξεως γενομένης τοιαύτης χωρισθέντες ἔπραττον ἑκάτεροι τὰ συντεταγμένα.

8.17.1

Καὶ λαβὼν καιρὸν πρῶτον Καμβύλος προσφέρει τῷ βασιλεῖ τὸν λόγον. 8.17.2 δʼ Ἀντίοχος, πρὸς τρόπον αὐτῷ καὶ παραδόξου γενομένης τῆς ἐπαγγελίας, τὰ μὲν ὑπερχαρὴς ὢν πάνθʼ ὑπισχνεῖτο, τὰ δὲ διαπιστῶν ἐξήταζε τὰς κατὰ μέρος ἐπινοίας καὶ παρασκευὰς αὐτῶν. 8.17.3 μετὰ δὲ ταῦτα πιστεύσας, καὶ νομίζων ὡς ἂν εἰ σὺν θεῷ γίνεσθαι τὴν ἐπιβολήν, ἠξίου καὶ πολλάκις ἐδεῖτο τοῦ Καμβύλου συντελεῖν τὴν πρᾶξιν. 8.17.4 τὸ δὲ παραπλήσιον Βῶλις ἐποίει πρὸς τὸν Νικόμαχον καὶ Μελαγκόμαν. οἱ δὲ πιστεύοντες ἀπὸ τοῦ κρατίστου γίνεσθαι τὴν ἐπιβολήν, καὶ παραυτίκα τῷ Ἀριανῷ συνθέντες τὰς πρὸς τὸν Ἀχαιὸν ἐπιστολὰς γεγραμμένας συνθηματικῶς, καθάπερ ἔθος ἦν αὐτοῖς,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 8.16.4 Polyb. 8.17.1 (English) >>Polyb. 8.17.7

Powered by PhiloLogic