8.20.3 τῆς δὲ καταβάσεως κρημνώδους μὲν καὶ δυσβάτου κατὰ τὸ πλεῖστον ὑπαρχούσης, ἔν τισι δὲ τόποις καὶ λίαν ἐπισφαλεῖς ἐχούσης καὶ κινδυνώδεις καταφοράς, ὁπότε παραγένοιτο πρός τινα τοιοῦτον τόπον, τῶν μὲν ἐπιλαμβανομένων, τῶν δὲ πάλιν ἐκδεχομένων τὸν Ἀχαιόν,
8.20.4 οὐ δυναμένων γὰρ καθόλου τὴν ἐκ τῆς συνηθείας καταξίωσιν στέλλεσθαι πρὸς τὸν παρόντα καιρόν, ταχέως ὁ Βῶλις συνῆκε τίς ἐστι καὶ ποῖος αὐτῶν ὁ Ἀχαιός.
8.20.5 ἐπεὶ δὲ παρεγένοντο πρὸς τὸν τῷ Καμβύλῳ διατεταγμένον τόπον, καὶ τὸ σύνθημα προσσυρίξας ὁ Βῶλις ἀπέδωκε, τῶν μὲν ἄλλων οἱ διαναστάντες ἐκ τῆς ἐνέδρας ἐπελάβοντο,
8.20.6 τὸν δʼ Ἀχαιὸν αὐτὸς ὁ Βῶλις ὁμοῦ τοῖς ἱματίοις, ἔνδον τὰς χεῖρας ἔχοντα, συνήρπασε, φοβηθεὶς μὴ συννοήσας τὸ γινόμενον ἐπιβάλοιτο διαφθείρειν αὑτόν· καὶ γὰρ εἶχε μάχαιραν ἐφʼ αὑτῷ παρεσκευασμένος.
8.20.7 ταχὺ δὲ καὶ πανταχόθεν κυκλωθεὶς ὑποχείριος ἐγένετο τοῖς ἐχθροῖς, καὶ παραχρῆμα μετὰ τῶν φίλων ἀνήγετο πρὸς τὸν Ἀντίοχον.
8.20.8 ὁ δὲ βασιλεύς, πάλαι μετέωρος ὢν τῇ διανοίᾳ καὶ καραδοκῶν τὸ συμβησόμενον, ἀπολύσας τοὺς ἐκ τῆς συνουσίας ἔμενε μόνος ἐγρηγορὼς ἐν τῇ σκηνῇ μετὰ δυεῖν ἢ τριῶν σωματοφυλάκων.
8.20.9 παρεισελθόντων δὲ τῶν περὶ τὸν Καμβύλον καὶ καθισάντων τὸν Ἀχαιὸν ἐπὶ τὴν γῆν δεδεμένον, εἰς τοιαύτην ἀφασίαν ἦλθε διὰ τὸ παράδοξον ὥστε πολὺν μὲν χρόνον ἀποσιωπῆσαι, τὸ δὲ τελευταῖον συμπαθὴς γενέσθαι καὶ δακρῦσαι. τοῦτο δʼ ἔπαθεν ὁρῶν,