Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 8.23.1 Polyb. 8.24.2 (English) >>Polyb. 8.24.9

8.23.5 λαβὼν δὲ παραχρῆμα τριακόσια τάλαντα παρʼ αὐτοῦ καὶ χιλίους ἵππους καὶ χιλίους ἡμιόνους μετὰ τῆς ἐπισκευῆς τά τε κατὰ τὴν ἀρχὴν ἅπαντʼ ἀποκατέστησε, καὶ συνοικίσας αὐτῷ τὴν ἀδελφὴν Ἀντιοχίδα πάντας τοὺς ἐκείνων τῶν τόπων ἐψυχαγώγησε καὶ προσεκαλέσατο, δόξας μεγαλοψύχως καὶ βασιλικῶς τοῖς πράγμασι κεχρῆσθαι. Exc. Peir. p. 26.

V. Res Italiae 8.24.1

Ὅτι οἱ Ταραντῖνοι διὰ τὸ τῆς εὐδαιμονίας ὑπερήφανον ἐπεκαλέσαντο Πύρρον τὸν Ἠπειρώτην· πᾶσα γὰρ ἐλευθερία μετʼ ἐξουσίας πολυχρονίου φύσιν ἔχει κόρον λαμβάνειν τῶν ὑποκειμένων, κἄπειτα ζητεῖ δεσπότην· τυχοῦσά γε μὴν τούτου ταχὺ πάλιν μισεῖ διὰ τὸ μεγάλην φαίνεσθαι τὴν πρὸς τὸ χεῖρον μεταβολήν· καὶ τότε συνέβαινε τοῖς Ταραντίνοις. Exc. Vat. p. 374 M. 27, 2 H. 23. πᾶσα26. μισεῖ etiam cod. Urb. fol. 114 extr. margo. 8.24.2

Ὅτι πᾶν τὸ μέλλον κρεῖττον φαίνεται τοῦ παρόντος ὑπάρχειν. Exc. Vat. p. 375 M. 27, 8 H. 8.24.3

Προσπεσόντων δὲ τούτων εἰς Τάραντα καὶ τοὺς Θουρίους, ἠγανάκτει τὰ πλήθη. Suidas v. Προσπεσόντων. 8.24.4

Τὸ μὲν οὖν πρῶτον ὡς ἐπʼ ἐξοδείαν ὁρμήσαντες ἐκ τῆς πόλεως καὶ συνεγγίσαντες τῇ παρεμβολῇ τῶν Καρχηδονίων νυκτός, ἄλλοι μὲν συγκαθέντες εἴς τινα τόπον ὑλώδη παρὰ τὴν ὁδὸν ἔμειναν, δὲ Φιλήμενος καὶ Νίκων προσῆλθον πρὸς τὴν παρεμβολήν. 8.24.5 τῶν δὲ φυλάκων ἐπιλαβομένων αὐτῶν, ἀνήγοντο πρὸς τὸν Ἀννίβαν, οὐδὲν εἰπόντες οὔτε πόθεν οὔτε τίνες ἦσαν, αὐτὸ δὲ μόνον τοῦτο δηλοῦντες ὅτι θέλουσι τῷ στρατηγῷ συμμῖξαι.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 8.23.1 Polyb. 8.24.2 (English) >>Polyb. 8.24.9

Powered by PhiloLogic