Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 8.25.10 Polyb. 8.26.6 (English) >>Polyb. 8.27.5

8.26.4 ποιησάμενος δὲ τὴν ἀναζυγὴν ὑπὸ τὴν ἑωθινὴν ἐχρῆτο τῇ πορείᾳ συντόνως. τῶν δὲ Νομαδικῶν ἱππέων εἰς ὀγδοήκοντα προχειρισάμενος ἐκέλευε προπορεύεσθαι τῆς δυνάμεως εἰς τριάκοντα σταδίους καὶ τοὺς παρὰ τὴν ὁδὸν τόπους ἐξ ἑκατέρου τοῦ μέρους ἐπιτρέχειν, 8.26.5 ἵνα μηδεὶς κατοπτεύσῃ τὴν ὅλην δύναμιν, ἀλλʼ οἱ μὲν ὑποχείριοι γίνοιντο τῶν διεμπιπτόντων, οἱ δὲ διαφυγόντες ἀναγγέλλοιεν εἰς τὴν πόλιν, ὡς ἐπιδρομῆς οὔσης ἐκ τῶν Νομάδων. 8.26.6 ἀποσχόντων δὲ τῶν Νομάδων ὡς ἑκατὸν εἴκοσι σταδίους, ἐδειπνοποιήσατο παρά τινα δυσσύνοπτον καὶ φαραγγώδη ποταμόν. 8.26.7 καὶ συναθροίσας τοὺς ἡγεμόνας κυρίως μὲν οὐ διεσάφει τὴν ἐπιβολήν, ἁπλῶς δὲ παρεκάλει πρῶτον μὲν ἄνδρας ἀγαθοὺς γίνεσθαι πάντας, ὡς οὐδέποτε μειζόνων αὐτοῖς ἄθλων ὑποκειμένων, 8.26.8 δεύτερον δὲ συνέχειν ἕκαστον τῇ πορείᾳ τοὺς ὑφʼ αὑτὸν ταττομένους καὶ πικρῶς ἐπιτιμᾶν τοῖς καθόλου παρεκβαίνουσιν ἐκ τῆς ἰδίας τάξεως, 8.26.9 τελευταῖον δὲ προσέχειν τὸν νοῦν τοῖς παραγγελλομένοις καὶ μηδὲν ἰδιοπραγεῖν πάρεξ τῶν προσταττομένων. 8.26.10 ταῦτʼ εἰπὼν καὶ διαφεὶς τοὺς ἡγεμόνας ἐκίνει τὴν πρωτοπορείαν, κνέφατος ἄρτι γενομένου, σπουδάζων συνάψαι τῷ τείχει περὶ μέσας νύκτας, καθηγεμόνα τὸν Φιλήμενον ἔχων καὶ παρεσκευακὼς ὗν ἄγριον αὐτῷ πρὸς τὴν διατεταγμένην χρείαν.

8.27.1

Τῷ δὲ Γαΐῳ τῷ Λιβίῳ, γενομένῳ μετὰ τῶν συνήθων ἀφʼ ἡμέρας ἐν τῷ Μουσείῳ κατὰ τὴν τῶν νεανίσκων πρόληψιν, καὶ σχεδὸν ἤδη τοῦ πότου τὴν ἀκμαιοτάτην ἔχοντος διάθεσιν, προσαγγέλλεται περὶ δυσμὰς ἡλίου τοὺς Νομάδας ἐπιτρέχειν τὴν χώραν. δὲ πρὸς μὲν αὐτὸ τοῦτο διενοήθη,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 8.25.10 Polyb. 8.26.6 (English) >>Polyb. 8.27.5

Powered by PhiloLogic