8.34.5 ἃ συνορῶν ὁ Ἀννίβας ἐδίδασκε τοὺς Ταραντίνους ὡς, ἐὰν ἀποκλεισθῶσι τῆς κατὰ θάλατταν ἐλπίδος οἱ τὴν ἄκραν τηροῦντες, παρὰ πόδας αὐτοὶ διʼ αὑτῶν εἴξαντες λείψουσι ταύτην καὶ παραδώσουσι τὸν τόπον.
8.34.6 ὧν ἀκούοντες οἱ Ταραντῖνοι τοῖς μὲν λεγομένοις συγκατετίθεντο· ὅπως δʼ ἂν γένοιτο τοῦτο κατὰ τὸ παρόν, οὐδαμῶς ἐδύναντο συννοῆσαι, πλὴν εἰ παρὰ Καρχηδονίων ἐπιφανείη στόλος· τοῦτο δʼ ἦν κατὰ τοὺς τότε καιροὺς ἀδύνατον.
8.34.7 διόπερ ἠδυνάτουν συμβαλεῖν ἐπὶ τί φερόμενος Ἀννίβας τοὺς περὶ τούτων πρὸς σφᾶς ποιεῖται λόγους.
8.34.8 φήσαντος δʼ αὐτοῦ φανερὸν εἶναι χωρὶς Καρχηδονίων αὐτοὺς διʼ αὑτῶν ὅσον ἤδη κρατῆσαι τῆς θαλάττης, μᾶλλον ἐκπλαγεῖς ἦσαν, οὐ δυνάμενοι τὴν ἐπίνοιαν αὐτοῦ συμβαλεῖν.
8.34.9 ὁ δὲ συνεωρακὼς τὴν πλατεῖαν εὐδιακόσμητον οὖσαν τὴν ὑπάρχουσαν μὲν ἐντὸς τοῦ διατειχίσματος, φέρουσαν δὲ παρὰ τὸ διατείχισμʼ ἐκ τοῦ λιμένος εἰς τὴν ἔξω θάλατταν, ταύτῃ διενοεῖτο τὰς ναῦς ἐκ τοῦ λιμένος εἰς τὴν νότιον ὑπερβιβάζειν πλευράν.
8.34.10 διόπερ ἅμα τῷ τὴν ἐπίνοιαν ἐπιδεῖξαι τοῖς Ταραντίνοις οὐ μόνον συγκατέθεντο τοῖς λεγομένοις, ἀλλὰ καὶ διαφερόντως ἐθαύμασαν τὸν ἄνδρα, καὶ διέλαβον ὡς οὐδὲν ἂν περιγένοιτο τῆς ἀγχινοίας τῆς ἐκείνου καὶ τόλμης.
8.34.11 ταχὺ δὲ πορείων ὑποτρόχων κατασκευασθέντων, ἅμα τῷ λόγῳ τοὔργον εἰλήφει συντέλειαν, ἅτε προθυμίας καὶ πολυχειρίας ὁμοῦ τῇ προθέσει συνεργούσης.