Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 8.35.9 Polyb. 8.36.8 (English) >>Polyb. 8.37.5

8.36.5 διὸ καὶ μάλιστα μὲν τοιαύτας ζητεῖν πίστεις δεῖ, διʼ ὧν πιστευθεὶς οὐ δυνήσεται τὴν πίστιν ἀθετεῖν. 8.36.6 ἐπεὶ δὲ σπάνιον εὑρεῖν ἐστι τὸ τοιοῦτο, δεύτερος ἂν εἴη πλοῦς τὸ τῶν κατὰ λόγον φροντίζειν, ἵνʼ ἄν του καὶ σφαλλώμεθα, τῆς παρὰ τοῖς ἐκτὸς συγγνώμης μὴ διαμαρτάνωμεν. καὶ περὶ πλείους μὲν δὴ γεγένηται τῶν πρότερον· 8.36.7 ἐναργέστατον δʼ ἔσται καὶ τοῖς καιροῖς ἔγγιστον τοῖς ὑπὲρ ὧν νῦν δὴ λόγος ἐνέστηκε τὸ κατʼ Ἀχαιὸν συμβάν. 8.36.8 ὃς οὐδὲν τῶν ἐνδεχομένων πρὸς εὐλάβειαν καὶ πρὸς ἀσφάλειαν παραλιπών, ἀλλʼ ὑπὲρ ἁπάντων προνοηθείς, ἐφʼ ὅσον ἀνθρωπίνῃ γνώμῃ δυνατὸν ἦν, ὅμως ἐγένετο τοῖς ἐχθροῖς ὑποχείριος. 8.36.9 τό γε μὴν συμβὰν ἔλεον μὲν τῷ παθόντι καὶ συγγνώμην ἀπειργάσατο παρὰ τοῖς ἐκτός, διαβολὴν δὲ καὶ μῖσος τοῖς πράξασιν. Ὅτι Τιβέριοςσυγγνώμην ἔχειν, κα 376, 2 post quae periit folium: exc. Vat. p. 374 M. 26, 29 H, περὶ δὲ τῶν 375, 31 usque ad finem cod. Urb. fol. 101 exc. ant. p. 196.

VI. Res Siciliae 8.37.1

Ἐξηριθμήσατο τοὺς δόμους· ἦν γὰρ <scil. πύργος> ἐκ συννόμων λίθων ᾠκοδομημένος, ὥστε καὶ λίαν εὐσυλλόγιστον εἶναι τὴν ἀπὸ γῆς τῶν ἐπάλξεων ἀπόστασιν. Suidas v. Συννόμων. v. Liv. XXV, 23, 10. 8.37.2

Μετὰ δέ τινας ἡμέρας αὐτομόλου διασαφήσαντος ὅτι θυσίαν ἄγουσι πάνδημον οἱ κατὰ τὴν πόλιν ἐφʼ ἡμέρας ἤδη τρεῖς Ἀρτέμιδι καὶ τοῖς μὲν σιτίοις λιτοῖς χρῶνται διὰ τὴν σπάνιν, τῷ δʼ οἴνῳ δαψιλεῖ, πολὺν μὲν Ἐπικύδους δεδωκότος πολὺν δὲ Συρακοσίων, τότε προσαναλαβὼν Μάρκος τὸ τεῖχος καθʼ μέρος ἦν ταπεινότερον καὶ νομίσας εἰκὸς εἶναι τοὺς ἀνθρώπους μεθύειν διὰ τὴν ἄνεσιν καὶ τὴν ἔνδειαν τῆς ξηρᾶς τροφῆς ἐπεβάλετο καταπειράζειν τῆς ἐλπίδος.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 8.35.9 Polyb. 8.36.8 (English) >>Polyb. 8.37.5

Powered by PhiloLogic