8.7.6 ὀκτὼ γὰρ μῆνας τῇ πόλει προσκαθεζόμενοι τῶν μὲν ἄλλων στρατηγημάτων ἢ τολμημάτων οὐδενὸς ἀπέστησαν, τοῦ δὲ πολιορκεῖν οὐδέποτε πεῖραν ἔτι λαβεῖν ἐθάρρησαν.
8.7.7 οὕτως εἷς ἀνὴρ καὶ μία ψυχὴ δεόντως ἡρμοσμένη πρὸς ἔνια τῶν πραγμάτων μέγα τι χρῆμα φαίνεται γίνεσθαι καὶ θαυμάσιον.
8.7.8 ἐκεῖνοι γοῦν τηλικαύτας δυνάμεις ἔχοντες καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν, εἰ μὲν ἀφέλοι τις πρεσβύτην ἕνα Συρακοσίων, παραχρῆμα τῆς πόλεως κυριεύσειν ἤλπιζον,
8.7.9 τούτου δὲ συμπαρόντος οὐκ ἐθάρρουν οὐδʼ ἐπιβαλέσθαι κατά γε τοῦτον τὸν τρόπον, καθʼ ὃν ἀμύνασθαι δυνατὸς ἦν Ἀρχιμήδης.
8.7.10 οὐ μὴν ἀλλὰ νομίσαντες μάλιστʼ ἂν ὑπὸ τῆς τῶν ἀναγκαίων ἐνδείας διὰ τὸ πλῆθος τοὺς ἔνδον ὑποχειρίους σφίσι γενέσθαι, ταύτης ἀντείχοντο τῆς ἐλπίδος· καὶ ταῖς μὲν ναυσὶ τὰς κατὰ θάλατταν ἐπικουρίας αὐτῶν ἐκώλυον, τῷ δὲ πεζῷ στρατεύματι τὰς κατὰ γῆν. βουλόμενοι δὲ μὴ ποιεῖν ἄπρακτον τὸν χρόνον,
8.7.11 ἐν ᾧ προσεδρεύουσι ταῖς Συρακούσαις, ἀλλʼ ἅμα τι καὶ τῶν ἐκτὸς χρησίμων κατασκευάζεσθαι, διεῖλον οἱ στρατηγοὶ σφᾶς αὐτοὺς καὶ τὴν δύναμιν,
8.7.12 ὥστε τὸν μὲν Ἄππιον ἔχοντα δύο μέρη προσκαθῆσθαι τοῖς ἐν τῇ πόλει, τὸ δὲ τρίτον ἀναλαβόντα Μάρκον ἐπιπορεύεσθαι τοὺς τὰ Καρχηδονίων αἱρουμένους κατὰ τὴν Σικελίαν. 3, 1 — 6, 4 θαλάττης ἐγίνετο et 7, 6 τῶν μὲν ἄλλων — ἐθάρρησαν cod. Wescheri
Poliorcétique des Grecs. Paris. 1867 p. 321 et eiusdem fragments inédits de Polybe, Paris 1869 p. 9;
3, 2 κατὰ τὴν Σκυτικὴν — 7, 9 οὐκ ἐθάρρουν οὐδʼ ἐπιβαλέσθαι Hero de repell. obsid. p. 326 Thevenot;
4, 1 — 7, 12 κατὰ τὴν Σικελίαν cod. Urb. fol. 104 exc.
ant. p. 197.