Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 9.9.5 Polyb. 9.10.1 (English) >>Polyb. 9.10.8

9.9.10a πόλις Ὀπικῶν Ἰταλίας μεταξὺ Καπύης καὶ Νεαπόλεως. τὸ ἐθνικὸν Ἀτελλανός, ὡς Πολύβιος ἐνάτῃ Ἀτελλανοὶ παρέδοσαν αὑτούς. 9.9.11

Τῶν γὰρ Ῥωμαίων πολιορκούντων Τάραντα Βομίλκας τῶν Καρχηδονίων ναύαρχος εἰς τὸ συμμαχήσειν μετὰ δυνάμεως πλείστης καὶ μηδὲν δυνηθεὶς ἐπικουρῆσαι τοῖς ἔνδον διὰ τὸ τοὺς Ῥωμαίους ἀσφαλῶς θέσθαι τὰ περὶ τὴν στρατοπεδείαν, ἔλαθεν ἀναλώσας τὴν χορηγίαν. καὶ μετὰ παρακλήσεως πρότερον ἀφικέσθαι ἐκβιασθεὶς καὶ ὑποσχέσεων μεγάλων, ὕστερον μεθʼ ἱκετηρίας τῶν ἔνδον ἀποπλεῦσαι ἀπηναγκάσθη.

III. Res Siciliae 9.10.1

Οὐκ ἐκ τῶν ἔξω κοσμεῖται πόλις, ἀλλʼ ἐκ τῆς τῶν οἰκούντων ἀρετῆς. 9.10.2

Ἐκρίθη μὲν οὖν διὰ τοῦτο τοῖς Ῥωμαίοις τὰ προειρημένα μετακομίζειν εἰς τὴν ἑαυτῶν πατρίδα καὶ μηδὲν ἀπολιπεῖν· 9.10.3 πότερα δʼ ὀρθῶς τοῦτο καὶ συμφερόντως αὑτοῖς ἔπραξαν τἀναντία, πολὺς ἂν εἴη λόγος, πλείων γε μὴν εἰς τὸ μὴ δεόντως σφίσι πεπρᾶχθαι μηδʼ ἀκμὴν νῦν πράττεσθαι τοῦτο τοὔργον. 9.10.4 εἰ μὲν γὰρ ἐκ τοιούτων ὁρμηθέντες προεβίβασαν τὴν πατρίδα, δῆλον ὡς εἰκότως ταῦτα μετέφερον εἰς τὴν οἰκείαν, διʼ ὧν ηὐξήθησαν. 9.10.5 εἰ δʼ ἁπλουστάτοις χρώμενοι βίοις καὶ πορρωτάτω τῆς ἐν τούτοις περιττότητος καὶ πολυτελείας ἀφεστῶτες ὅμως ἐπεκράτουν τούτων αἰεὶ παρʼ οἷς ὑπῆρχε πλεῖστα καὶ κάλλιστα τὰ τοιαῦτα, πῶς οὐ νομιστέον εἶναι τὸ γινόμενον ὑπʼ αὐτῶν ἁμάρτημα;



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 9.9.5 Polyb. 9.10.1 (English) >>Polyb. 9.10.8

Powered by PhiloLogic