Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 9.11a.3 Polyb. 9.12.8 (English) >>Polyb. 9.13.7

9.12.4 καὶ μὴν διότι παρὰ τὰς τῶν ἡγουμένων ἀγνοίας ῥᾳθυμίας ἐπιτελεῖται τὰ πλεῖστα τῶν ἁμαρτημάτων, οὐδεὶς ἂν τοῦτʼ ἀπορήσειε. 9.12.5 τίς οὖν τρόπος τῆς τοιαύτης διαθέσεως σκοπεῖν ἤδη πάρεστι. 9.12.6

Τὰ μὲν οὖν ἀπροθέτως ἐν τοῖς πολεμικοῖς συμβαίνοντα πράξεις μὲν οὐδαμῶς ἁρμόζει λέγειν, περιπετείας δὲ καὶ συγκυρήσεις μᾶλλον· 9.12.7 διὸ καὶ λόγον οὐκ ἔχοντα μεθοδικὸν οὐδʼ ἑστῶτα παραλειπέσθω· τὰ δὲ κατὰ πρόθεσιν ἐνεργούμενα, ταῦτα δηλούσθω· περὶ ὧν νῦν δὴ λόγος. 9.12.8 πάσης δὴ πράξεως ἐχούσης καιρὸν ὡρισμένον καὶ διάστημα καὶ τόπον, καὶ προσδεομένης τοῦ λαθεῖν καὶ συνθημάτων ὡρισμένων, ἔτι δὲ καὶ διʼ ὧν καὶ μεθʼ ὧν καὶ τίνι τρόπῳ πραχθήσεται, 9.12.9 φανερὸν ὡς μὲν ἑκάστου τούτων εὐστοχήσας οὐχ ἁμαρτήσεται τῆς ἐπιβολῆς, δʼ ἑνὸς ὀλιγωρήσας σφαλήσεται τῆς ὅλης προθέσεως. 9.12.10 οὕτως φύσις πρὸς τὰς ἀποτυχίας τῶν ἐπινοηθέντων ἱκανὸν ἓν καὶ τὸ τυχὸν ἐποίησε τῶν κατὰ μέρος· πρὸς δὲ

9.13.1

τὸ κατορθοῦν μόλις ἱκανὰ πάντα. διὸ χρὴ μηδενὸς ἀφροντιστεῖν ἐν ταῖς τοιαύταις ἐπιβολαῖς τοὺς ἡγουμένους. 9.13.2 ἔστι δʼ ἀρχὴ μὲν τῶν προειρημένων τὸ σιγᾶν, καὶ μήτε διὰ χαρὰν παραδόξου προφαινομένης ἐλπίδος μήτε διὰ φόβον μήτε διὰ συνήθειαν μήτε διὰ φιλοστοργίαν μεταδιδόναι μηδενὶ τῶν ἐκτός, αὐτοῖς δὲ κοινοῦσθαι τούτοις,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 9.11a.3 Polyb. 9.12.8 (English) >>Polyb. 9.13.7

Powered by PhiloLogic