Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 9.12.8 Polyb. 9.13.7 (English) >>Polyb. 9.14.5

9.13.3 ὧν χωρὶς οὐχ οἷόν τε τὸ προτεθὲν ἐπὶ τέλος ἀγαγεῖν, καὶ τούτοις μὴ πρότερον, ἀλλʼ ὅταν τῆς ἑκάστου χρείας καιρὸς ἐπαναγκάζῃ. 9.13.4 χρὴ δὲ σιγᾶν μὴ μόνον τῇ γλώττῃ, πολὺ δὲ μᾶλλον τῇ ψυχῇ· 9.13.5 πολλοὶ γὰρ ἤδη κρύψαντες τοὺς λόγους ποτὲ μὲν διʼ αὐτῆς τῆς ἐπιφάσεως, ποτὲ δὲ καὶ διὰ τῶν πραττομένων φανερὰς ἐποίησαν τὰς ἑαυτῶν ἐπινοίας. 9.13.6 δεύτερον δʼ ἐπεγνωκέναι τὰς ἡμερησίους καὶ νυκτερινὰς πορείας καὶ τὰ διανύσματα τούτων, μὴ μόνον κατὰ γῆν, ἀλλὰ καὶ κατὰ θάλατταν. 9.13.7 τρίτον καὶ μέγιστον, τῶν ἐκ τοῦ περιέχοντος καιρῶν ἔχειν ἔννοιαν καὶ δύνασθαι τούτων κατὰ τὸ κριθὲν εὐστοχεῖν. 9.13.8 καὶ μὴν οὐδὲ τὸν τόπον τῆς πράξεως ἐν μικρῷ θετέον, ἐπειδὴ πολλάκις παρὰ τοῦτο τὰ μὲν ἀδύνατα δοκοῦντʼ εἶναι δυνατά, τὰ δὲ δυνατὰ πέφηνεν ἀδύνατα. 9.13.9 τὸ δὲ τελευταῖον συνθημάτων καὶ παρασυνθημάτων, ἔτι δὲ τῆς ἐκλογῆς, διʼ ὧν καὶ μεθʼ ὧν ἐνεργηθήσεται τὸ κριθέν, οὐκ ὀλιγωρητέον.

9.14.1

Τῶν δὲ προειρημένων τὰ μὲν ἐκ τριβῆς, τὰ δʼ ἐξ ἱστορίας, τὰ δὲ κατʼ ἐμπειρίαν μεθοδικὴν θεωρεῖται. 9.14.2 κάλλιστον μὲν οὖν τὸ γινώσκειν αὐτὸν καὶ τὰς ὁδοὺς καὶ τὸν τόπον, ἐφʼ ὃν δεῖ παραγενέσθαι, καὶ τὴν φύσιν τοῦ τόπου, πρὸς δὲ τούτοις, διʼ ὧν μέλλει καὶ μεθʼ ὧν πράττειν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 9.12.8 Polyb. 9.13.7 (English) >>Polyb. 9.14.5

Powered by PhiloLogic