Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 9.13.3 Polyb. 9.14.2 (English) >>Polyb. 9.14.9

9.13.8 καὶ μὴν οὐδὲ τὸν τόπον τῆς πράξεως ἐν μικρῷ θετέον, ἐπειδὴ πολλάκις παρὰ τοῦτο τὰ μὲν ἀδύνατα δοκοῦντʼ εἶναι δυνατά, τὰ δὲ δυνατὰ πέφηνεν ἀδύνατα. 9.13.9 τὸ δὲ τελευταῖον συνθημάτων καὶ παρασυνθημάτων, ἔτι δὲ τῆς ἐκλογῆς, διʼ ὧν καὶ μεθʼ ὧν ἐνεργηθήσεται τὸ κριθέν, οὐκ ὀλιγωρητέον.

9.14.1

Τῶν δὲ προειρημένων τὰ μὲν ἐκ τριβῆς, τὰ δʼ ἐξ ἱστορίας, τὰ δὲ κατʼ ἐμπειρίαν μεθοδικὴν θεωρεῖται. 9.14.2 κάλλιστον μὲν οὖν τὸ γινώσκειν αὐτὸν καὶ τὰς ὁδοὺς καὶ τὸν τόπον, ἐφʼ ὃν δεῖ παραγενέσθαι, καὶ τὴν φύσιν τοῦ τόπου, πρὸς δὲ τούτοις, διʼ ὧν μέλλει καὶ μεθʼ ὧν πράττειν. 9.14.3 δεύτερον δʼ ἱστορεῖν ἐπιμελῶς καὶ μὴ πιστεύειν τοῖς τυχοῦσι· τὴν δὲ τῶν καθηγουμένων πίστιν ἐπί τι τῶν τοιούτων ἐν τοῖς ἑπομένοις ἀεὶ δεῖ κεῖσθαι. 9.14.4 ταῦτα μὲν οὖν καὶ τὰ τούτοις παραπλήσια δυνατὸν ἴσως καὶ διʼ αὐτῆς τῆς στρατιωτικῆς τριβῆς περιγίνεσθαι τοῖς ἡγουμένοις, τὰ μὲν ἐξ αὐτουργίας, τὰ δʼ ἐξ ἱστορίας· 9.14.5 τὰ δʼ ἐκ τῆς ἐμπειρίας προσδεῖται μαθήσεως καὶ θεωρημάτων, καὶ μάλιστα τῶν ἐξ ἀστρολογίας καὶ γεωμετρίας, ὧν τὸ μὲν ἔργον οὐ μέγα πρός γε ταύτην τὴν χρείαν, τὸ δὲ χρῆμα μέγα καὶ μεγάλα συνεργεῖν δυνάμενον πρὸς τὰς προειρημένας ἐπιβολάς.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 9.13.3 Polyb. 9.14.2 (English) >>Polyb. 9.14.9

Powered by PhiloLogic