Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 9.13.8 Polyb. 9.14.6 (English) >>Polyb. 9.15.4

9.14.4 ταῦτα μὲν οὖν καὶ τὰ τούτοις παραπλήσια δυνατὸν ἴσως καὶ διʼ αὐτῆς τῆς στρατιωτικῆς τριβῆς περιγίνεσθαι τοῖς ἡγουμένοις, τὰ μὲν ἐξ αὐτουργίας, τὰ δʼ ἐξ ἱστορίας· 9.14.5 τὰ δʼ ἐκ τῆς ἐμπειρίας προσδεῖται μαθήσεως καὶ θεωρημάτων, καὶ μάλιστα τῶν ἐξ ἀστρολογίας καὶ γεωμετρίας, ὧν τὸ μὲν ἔργον οὐ μέγα πρός γε ταύτην τὴν χρείαν, τὸ δὲ χρῆμα μέγα καὶ μεγάλα συνεργεῖν δυνάμενον πρὸς τὰς προειρημένας ἐπιβολάς. 9.14.6 ἀναγκαιότατον δʼ αὐτοῦ τὸ περὶ τὰς νυκτερινὰς θεωρίας καὶ τὰς ἡμερινάς. εἰ μὲν γὰρ ἴσας εἶναι συνέβαινεν ἀεὶ ταύτας, οὐδʼ ἧστινος ἂν ἀσχολίας τὸ πρᾶγμα προσεδεῖτο, κοινὴ δʼ ἂν ἦν ἁπάντων γνῶσις· 9.14.7 ἐπεὶ δʼ οὐ μόνον ἔχει τὰ προειρημένα πρὸς ἄλληλα διαφοράν, ἀλλὰ καὶ πρὸς αὑτά, δῆλον ὡς ἀνάγκη γινώσκειν τὰς αὐξήσεις καὶ μειώσεις ἑκατέρων. 9.14.8 πῶς γὰρ ἄν τις εὐστοχήσειε πορείας καὶ διανύσματος ἡμερησίου, πῶς δὲ νυκτερινοῦ, μὴ κατανοήσας τὰς τῶν προειρημένων διαφοράς; 9.14.9 καὶ μὴν οὐδὲν πρὸς τὸν δέοντα καιρὸν ἐξικέσθαι δυνατὸν ἄνευ τῆς τούτων ἐμπειρίας, ἀλλὰ ποτὲ μὲν ὑστερεῖν, ποτὲ δὲ προτερεῖν ἀνάγκη. 9.14.10 μεῖζον δὲ τὸ προτερεῖν ἐν μόνοις τούτοις ἁμάρτημα τοῦ καθυστερεῖν· 9.14.11 μὲν γὰρ ὑπεράρας τὸν ὡρισμένον καιρὸν αὐτῆς ἀποτυγχάνει τῆς ἐλπίδοςτὸ γὰρ γεγονὸς ἐξ ἀποστήματος ἐπιγνοὺς αὖθις ἀπολύεται μετʼ ἀσφαλείας δὲ προλαβὼν τὸν καιρόν,


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 9.13.8 Polyb. 9.14.6 (English) >>Polyb. 9.15.4

Powered by PhiloLogic