Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 9.15.7 Polyb. 9.15.14 (English) >>Polyb. 9.17.1

9.15.11 γνωριζομένων δὲ τῶν ζῳδίων καὶ κατὰ τὸ πλῆθος καὶ κατὰ τὸ μέγεθος, τοιούτους γίνεσθαι μετὰ ταῦτα συμβαίνει καὶ τοὺς κατὰ μέρος καιροὺς τῆς νυκτός. 9.15.12 ἐν δὲ ταῖς συννεφέσι νυξὶ τῇ σελήνῃ προσεκτέον, ἐπεὶ διὰ τὸ μέγεθος ὡς ἐπίπαν αἰεὶ τὸ ταύτης ἐμφαίνεται φῶς, καθʼ ὃν ἂν τόπον τοῦ κόσμου. 9.15.13 καὶ ποτὲ μὲν ἐκ τῶν περὶ τὰς ἀνατολὰς καιρῶν καὶ τόπων στοχαστέον, 9.15.14 ποτὲ δὲ πάλιν ἐκ τῶν περὶ τὰς δύσεις, καθυπαρχούσης καὶ περὶ τοῦτο τὸ μέρος ἐννοίας ἐπὶ τοσοῦτον ὥστε συμπεριφέρεσθαι ταῖς καθʼ ἡμέραν διαφοραῖς τῶν ἀνατολῶν. 9.15.15 ἔστι δὲ τρόπος εὐθεώρητος καὶ περὶ ταύτην· ὅρος γὰρ εἷς μὴν ὡς τύπῳ, καὶ πρὸς αἴσθησιν

9.16.1

τοιοῦτοι πάντες. καὶ τὸν ποιητὴν ἄν τις ἐπαινέσειε, διότι παρεισάγει τὸν Ὀδυσσέα, τὸν ἡγεμονικώτατον ἄνδρα, τεκμαιρόμενον ἐκ τῶν ἄστρων οὐ μόνον τὰ κατὰ τοὺς πλοῦς, ἀλλὰ καὶ τὰ περὶ τὰς ἐν τῇ γῇ πράξεις. 9.16.2 ἱκανὰ γὰρ καὶ τὰ παρὰ δόξαν γινόμενα μὴ δυνάμενα τυγχάνειν προνοίας ἀκριβοῦς εἰς τὸ πολλὴν ἀπορίαν παρασκευάζειν καὶ πολλάκις, 9.16.3 οἷον ὄμβρων καὶ ποταμῶν ἐπιφοραὶ καὶ πάγων ὑπερβολαὶ καὶ χιόνες, ἔτι δʼ καπνώδης καὶ συννεφὴς ἀὴρ καὶ τἄλλα τὰ παραπλήσια τούτοις.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 9.15.7 Polyb. 9.15.14 (English) >>Polyb. 9.17.1

Powered by PhiloLogic