Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 9.15.12 Polyb. 9.17.1 (English) >>Polyb. 9.17.8

9.16.3 οἷον ὄμβρων καὶ ποταμῶν ἐπιφοραὶ καὶ πάγων ὑπερβολαὶ καὶ χιόνες, ἔτι δʼ καπνώδης καὶ συννεφὴς ἀὴρ καὶ τἄλλα τὰ παραπλήσια τούτοις. 9.16.4 εἰ δὲ καὶ περὶ ὧν δυνατόν ἐστι προϊδέσθαι, καὶ τούτων ὀλιγωρήσομεν, πῶς οὐκ εἰκότως ἐν τοῖς πλείστοις ἀποτευξόμεθα διʼ αὑτούς; 9.16.5 διόπερ οὐκ ἀφροντιστητέον οὐδενὸς τῶν προειρημένων, ἵνα μὴ τοιούτοις ἀλογήμασι περιπίπτωμεν οἵοις φασὶ περιπεσεῖν ἑτέρους τε πλείους καὶ τοὺς νῦν ὑφʼ ἡμῶν λέγεσθαι μέλλοντας ὑποδείγματος χάριν.

9.17.1

Ἄρατος τῶν Ἀχαιῶν στρατηγὸς ἐπιβαλόμενος πραξικοπεῖν τὴν τῶν Κυναιθέων πόλιν, συνετάξατο πρὸς τοὺς ἐκ τῆς πόλεως αὐτῷ συνεργοῦντας ἡμέραν, ἐν τὸν μὲν Ἄρατον ἔδει νυκτὸς παραγενηθέντα πρὸς τὸν ἀπὸ Κυναίθης ῥέοντα ποταμὸν ὡς ἐπὶ πρεπίου μένειν ἐνσχολάσαντα μετὰ τῆς δυνάμεως, 9.17.2 τοὺς δʼ ἔνδοθεν περὶ μέσον ἡμέρας, ὅτε λάβοιεν τὸν καιρόν, ἕνα μὲν αὑτῶν μεθʼ ἡσυχίας ἐν ἱματίῳ διὰ τῆς πύλης ἐκπέμψαι, καὶ κελεῦσαι προελθόντα στῆναι πρὸ τῆς πόλεως ἐπὶ τὸν συνταχθέντα τάφον, 9.17.3 τοὺς δὲ λοιποὺς προσενεγκεῖν τὰς χεῖρας τοῖς ἄρχουσι, κοιμωμένοις κατὰ μέσον ἡμέρας, τοῖς εἰθισμένοις τηρεῖν τὴν πύλην. 9.17.4 γενομένου δὲ τούτου σπουδῇ καταταχεῖν τοὺς Ἀχαιοὺς ἐκ τῆς ἐνέδρας ἔδει πρὸς τὴν πύλην.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 9.15.12 Polyb. 9.17.1 (English) >>Polyb. 9.17.8

Powered by PhiloLogic